ΒΑΣΙΛΕΙΩΝ Α 11
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Modern Hebrew Bible
1ΚΑΙ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Νάας ὁ Ἀμμανίτης καὶ παρεμβάλλει ἐπὶ Ἰαβὶς Γαλαάδ. καὶ εἶπαν πάντες οἱ ἄνδρες Ἰαβὶς πρὸς Νάας τὸν Ἀμμανίτην· διάθου ἡμῖν διαθήκην, καὶ δουλεύσομέν σοι.
1ויעל נחש העמוני ויחן על יבש גלעד ויאמרו כל אנשי יביש אל נחש כרת לנו ברית ונעבדך׃
2καὶ εἶπε πρὸς αὐτοὺς Νάας ὁ Ἀμμανίτης· ἐν ταύτῃ διαθήσομαι διαθήκην ὑμῖν, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ.
2ויאמר אליהם נחש העמוני בזאת אכרת לכם בנקור לכם כל עין ימין ושמתיה חרפה על כל ישראל׃
3καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες Ἰαβίς· ἄνες ἡμῖν ἑπτὰ ἡμέρας, καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ· ἐὰν μὴ ᾖ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς.
3ויאמרו אליו זקני יביש הרף לנו שבעת ימים ונשלחה מלאכים בכל גבול ישראל ואם אין מושיע אתנו ויצאנו אליך׃
4καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαὰ πρὸς Σαοὺλ καὶ λαλοῦσι τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ ᾖραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
4ויבאו המלאכים גבעת שאול וידברו הדברים באזני העם וישאו כל העם את קולם ויבכו׃
5καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τὸ πρωΐ ἐξ ἀγροῦ, καὶ εἶπε Σαούλ· τί ὅτι κλαίει ὁ λαός; καὶ διηγοῦνται αὐτῷ τὰ ρήματα τῶν ἀνδρῶν Ἰαβίς.
5והנה שאול בא אחרי הבקר מן השדה ויאמר שאול מה לעם כי יבכו ויספרו לו את דברי אנשי יביש׃
6καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Σαοὺλ ὡς ἤκουσε τὰ ρήματα ταῦτα, καὶ ἐθυμώθη ἐπ᾿ αὐτοὺς ὀργῇ αὐτοῦ σφόδρα.
6ותצלח רוח אלהים על שאול בשמעו את הדברים האלה ויחר אפו מאד׃
7καὶ ἔλαβε δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραὴλ ἐν χειρὶ ἀγγέλων λέγων· ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουήλ, κατὰ τάδε ποιήσουσι τοῖς βουσὶν αὐτοῦ. καὶ ἐπῆλθεν ἔκστασις Κυρίου ἐπὶ τὸν λαὸν Ἰσραήλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς.
7ויקח צמד בקר וינתחהו וישלח בכל גבול ישראל ביד המלאכים לאמר אשר איננו יצא אחרי שאול ואחר שמואל כה יעשה לבקרו ויפל פחד יהוה על העם ויצאו כאיש אחד׃
8καὶ ἐπισκέπτεται αὐτοὺς Ἀβιεζὲκ ἐν Βαμᾷ, πάντα ἄνδρα Ἰσραὴλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ἰούδα ἑβδομήκοντα χιλιάδας.
8ויפקדם בבזק ויהיו בני ישראל שלש מאות אלף ואיש יהודה שלשים אלף׃
9καὶ εἶπε τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις· τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ἰαβίς· αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου. καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσι τοῖς ἀνδράσιν Ἰαβίς, καὶ εὐφράνθησαν.
9ויאמרו למלאכים הבאים כה תאמרון לאיש יביש גלעד מחר תהיה לכם תשועה בחם השמש ויבאו המלאכים ויגידו לאנשי יביש וישמחו׃
10καὶ εἶπον οἱ ἄνδρες Ἰαβὶς πρὸς Νάας τὸν Ἀμμανίτην· αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν.
10ויאמרו אנשי יביש מחר נצא אליכם ועשיתם לנו ככל הטוב בעיניכם׃
11καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Ἀμμὼν ἕως διεθερμάνθη ἡ ἡμέρα, καὶ ἐγενήθη καὶ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό.
11ויהי ממחרת וישם שאול את העם שלשה ראשים ויבאו בתוך המחנה באשמרת הבקר ויכו את עמון עד חם היום ויהי הנשארים ויפצו ולא נשארו בם שנים יחד׃
12καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουήλ· τίς ὁ εἴπας ὅτι Σαοὺλ οὐ βασιλεύσει ἡμῶν; παράδος τοὺς ἄνδρας, καὶ θανατώσομεν αὐτούς.
12ויאמר העם אל שמואל מי האמר שאול ימלך עלינו תנו האנשים ונמיתם׃
13καὶ εἶπε Σαούλ· οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον ἐποίησε Κύριος σωτηρίαν ἐν Ἰσραήλ.
13ויאמר שאול לא יומת איש ביום הזה כי היום עשה יהוה תשועה בישראל׃
14καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν λέγων· πορευθῶμεν εἰς Γάλγαλα, καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν.
14ויאמר שמואל אל העם לכו ונלכה הגלגל ונחדש שם המלוכה׃
15καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς Γάλγαλα, καὶ ἔχρισε Σαμουὴλ ἐκεῖ τὸν Σαοὺλ εἰς βασιλέα ἐνώπιον Κυρίου ἐν Γαλγάλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον Κυρίου· καὶ εὐφράνθη Σαμουὴλ καὶ πᾶς Ἰσραὴλ ὥστε λίαν.
15וילכו כל העם הגלגל וימלכו שם את שאול לפני יהוה בגלגל ויזבחו שם זבחים שלמים לפני יהוה וישמח שם שאול וכל אנשי ישראל עד מאד׃
Tip: use the ← and → keys to turn chapters.