ΒΑΣΙΛΕΙΩΝ Α
Chapter 10
Septuagint (Greek Old Te…
vs JPS Tanakh (Jewish…
Aa
Text size
Line width
Verse numbers

ΒΑΣΙΛΕΙΩΝ Α 10

Septuagint (Greek Old Testament), second edition
JPS Tanakh (Jewish Publication Society, 1917)
1ΚΑΙ ἔλαβε Σαμουὴλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· οὐχὶ κέκχρικέ σε Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ἐπὶ Ἰσραήλ; καὶ σὺ ἄρξεις ἐν λαῷ Κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν.
1Then Samuel took the vial of oil, and poured it upon his head, and kissed him, and said: 'Is it not that the LORD hath anointed thee to be prince over His inheritance?
2καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέ σε Κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα· ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ᾿ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ραχὴλ ἐν τῷ ὄρει Βενιαμὶν ἁλλομένους μεγάλα, καὶ ἐροῦσί σοι· εὕρηνται αἱ ὄνοι, ἃς ἐπορεύθητε ζητεῖν, καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ρῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δι᾿ ὑμᾶς λέγων· τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου;
2When thou art departed from me to-day, then thou shalt find two men by the tomb of Rachel, in the border of Benjamin at Zelzah; and they will say unto thee: The asses which thou wentest to seek are found; and, lo, thy father hath left off caring for the asses, and is anxious concerning you, saying: What shall I do for my son?
3καὶ ἀπελεύσῃ ἐκεῖθεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβὼρ καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν Θεὸν εἰς Βαιθήλ, ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου.
3Then shalt thou go on forward from thence, and thou shalt come to the terebinth of Tabor, and there shall meet thee there three men going up to God to Beth-el, one carrying three kids, and another carrying three loaves of bread, and another carrying a bottle of wine.
4καὶ ἐρωτήσουσί σε τὰ εἰς εἰρήνην καὶ δώσουσί σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λήψῃ ἐκ τῆς χειρὸς αὐτῶν.
4And they will salute thee, and give thee two cakes of bread; which thou shalt receive of their hand.
5καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ Θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων, ἐκεῖ Νασὶβ ὁ ἀλλόφυλος. καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμᾶ, καὶ ἔμπροσθεν αὐτῶν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες·
5After that thou shalt come to the hill of God, where is the garrison of the Philistines; and it shall come to pass, when thou art come thither to the city, that thou shalt meet a band of prophets coming down from the high place with a psaltery, and a timbrel, and a pipe, and a harp, before them; and they will be prophesying.
6καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ προφητεύσεις μετ᾿ αὐτῶν καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον.
6And the spirit of the LORD will come mightily upon thee, and thou shalt prophesy with them, and shalt be turned into another man.
7καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ, ποίει πάντα, ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι Θεὸς μετὰ σοῦ.
7And let it be, when these signs are come unto thee, that thou do as thy hand shall find; for God is with thee.
8καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγάλ, καὶ ἰδοὺ καταβαίνω πρός σε ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρός σε, καὶ γνωρίσω σοι ἃ ποιήσεις.
8And thou shalt go down before me to Gilgal; and, behold, I will come down unto thee, to offer burnt-offerings, and to sacrifice sacrifices of peace-offerings; seven days shalt thou tarry, till I come unto thee, and tell thee what thou shalt do.'
9καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουήλ, μετέστρεψεν αὐτῷ ὁ Θεὸς καρδίαν ἄλλην· καὶ ἦλθε πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
9And it was so, that when he had turned his back to go from Samuel, God gave him another heart; and all those signs came to pass that day.
10καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξεναντίας αὐτοῦ· καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Θεοῦ, καὶ προεφήτευσεν ἐν μέσῳ αὐτῶν.
10And when they came thither to the hill, behold, a band of prophets met him; and the spirit of God came mightily upon him, and he prophesied among them.
11καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτης καὶ εἶδον καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν. καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κίς; ἦ καὶ Σαοὺλ ἐν προφήταις;
11And it came to pass, when all that knew him beforetime saw that, behold, he prophesied with the prophets, then the people said one to another: 'What is this that is come unto the son of Kish? Is Saul also among the prophets?'
12καὶ ἀπεκρίθη τις αὐτῶν καὶ εἶπε· καὶ τίς πατὴρ αὐτοῦ; καὶ διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν, ἦ καὶ Σαοὺλ ἐν προφήταις;
12And one of the same place answered and said: 'And who is their father?' Therefore it became a proverb: 'Is Saul also among the prophets?'
13καὶ συνετέλεσε προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν.
13And when he had made an end of prophesying, he came to the high place.
14καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ· ποῦ ἐπορεύθητε; καὶ εἶπαν· ζητεῖν τὰς ὄνους· καὶ εἴδαμεν ὅτι οὐκ εἰσί, καὶ εἰσήλθομεν πρὸς Σαμουήλ.
14And Saul's uncle said unto him and to his servant: 'Whither went ye?' And he said: 'To seek the asses; and when we saw that they were not found, we came to Samuel.'
15καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαούλ· ἀπάγγειλον δή μοι, τί εἶπέ σοι Σαμουήλ;
15And Saul's uncle said: 'Tell me, I pray thee, what Samuel said unto you.'
16καὶ εἶπε Σαοὺλ πρὸς τὸν οἰκεῖον αὐτοῦ· ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι. τὸ δὲ ρῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ.
16And Saul said unto his uncle: 'He told us plainly that the asses were found.' But concerning the matter of the kingdom, whereof Samuel spoke, he told him not.
17Καὶ παρήγγειλε Σαμουὴλ παντὶ τῷ λαῷ πρὸς Κύριον εἰς Μασσηφὰθ
17And Samuel called the people together unto the LORD to Mizpah.
18καὶ εἶπε πρὸς υἱοὺς Ἰσραήλ· τάδε εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ λέγων· ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς·
18And he said unto the children of Israel: 'Thus saith the LORD, the God of Israel: I brought up Israel out of Egypt, and I delivered you out of the hand of the Egyptians, and out of the hand of all the kingdoms that oppressed you.
19καὶ ὑμεῖς σήμερον ἐξουδενήκατε τὸν Θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε· οὐχί, ἀλλ᾿ ἢ ὅτι βασιλέα καταστήσεις ἐφ᾿ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον Κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν.
19But ye have this day rejected your God, who Himself saveth you out of all your calamities and your distresses; and ye have said unto Him: Nay, but set a king over us. Now therefore present yourselves before the LORD by your tribes, and by your thousands.'
20καὶ προσήγαγε Σαμουὴλ πάντα τὰ σκῆπτρα Ἰσραήλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμίν·
20So Samuel brought all the tribes of Israel near, and the tribe of Benjamin was taken.
21καὶ προσάγει σκῆπτρον Βενιαμὶν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρί· καὶ προσάγουσι τὴν φυλὴν Ματταρὶ εἰς ἄνδρας, καὶ κατακληροῦται Σαοὺλ υἱὸς Κίς. καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο.
21And he brought the tribe of Benjamin near by their families, and the family of the Matrites was taken; and Saul the son of Kish was taken; but when they sought him, he could not be found.
22καὶ ἐπηρώτησε Σαμουὴλ ἔτι ἐν Κυρίῳ· εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα; καὶ εἶπε Κύριος· ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσι.
22Therefore they asked of the LORD further: 'Is there yet a man come hither?' And the LORD answered: 'Behold, he hath hid himself among the baggage.'
23καὶ ἔδραμε καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπερωμίαν καὶ ἐπάνω.
23And they ran and fetched him thence; and when he stood among the people, he was higher than any of the people from his shoulders and upward.
24καὶ εἶπε Σαμουὴλ πρὸς πάντα τὸν λαόν· εἰ ἑωράκατε ὃν ἐκλέλεκται ἑαυτῷ Κύριος, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν· ζήτω ὁ βασιλεύς.
24And Samuel said to all the people: 'See ye him whom the LORD hath chosen, that there is none like him among all the people?' And all the people shouted, and said: 'Long live the king.'
25καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον Κυρίου. καὶ ἐξαπέστειλε Σαμουὴλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.
25Then Samuel told the people the manner of the kingdom, and wrote it in a book, and laid it up before the LORD. And Samuel sent all the people away, every man to his house.
26καὶ Σαοὺλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά· καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο Κύριος καρδίας αὐτῶν μετὰ Σαούλ.
26And Saul also went to his house to Gibeah; and there went with him the men of valour, whose hearts God had touched.
27καὶ υἱοὶ λοιμοὶ εἶπαν· τίς σώσει ὑμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα.
27But certain base fellows said: 'How shall this man save us?' And they despised him, and brought him no present. But he was as one that held his peace.

Tip: use the ← and → keys to turn chapters.