ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
Chapter 13

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

Greek New Testament: 190…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13

Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
Old Persian Version (ترجمه قدیم)
1Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας.
1و او بر ریگ دریا ایستاده بود.
2καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην· —
2و آن وحش را که دیدم، مانند پلنگ بود و پایهایش مثل پای خرس و دهانش مثل دهان شیر. و اژدها قوت خویش وتخت خود و قوت عظیمی به وی داد.
3καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον. καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη, καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου,
3و یکی ازسرهایش را دیدم که تا به موت کشته شد و از آن زخم مهلک شفا یافت و تمامی جهان در‌پی این وحش در حیرت افتادند.
4καὶ προσεκύνησαν τῷ δράκοντι τῷ δεδωκότι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· τίς ὅμοιος τῷ θηρίῳ; τίς δύναται πολεμῆσαι μετ᾽ αὐτοῦ;
4و آن اژدها را که قدرت به وحش داده بود، پرستش کردند و وحش را سجده کرده، گفتند که «کیست مثل وحش وکیست که با وی می‌تواند جنگ کند؟»
5καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν· καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον ποιῆσαι μῆνας τεσσαράκοντα δύο.
5و به وی دهانی داده شد که به کبر و کفر تکلم می‌کند؛ و قدرتی به او عطا شد که مدت چهل ودو ماه عمل کند.
6καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.
6پس دهان خود را به کفرهای برخدا گشود تا بر اسم او و خیمه او و سکنه آسمان کفر گوید.
7καὶ ἐδόθη αὐτῷ πόλεμον ποιῆσαι μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.
7و به وی داده شد که با مقدسین جنگ کند و بر ایشان غلبه یابد؛ و تسلط بر هر قبیله وقوم و زبان و امت، بدو عطا شد.
8καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
8و جمیع ساکنان جهان، جز آنانی که نامهای ایشان در دفتر حیات بره‌ای که از بنای عالم ذبح شده بود مکتوب است، او را خواهند پرستید.
9Εἴ τις ἔχει οὖς, ἀκουσάτω.
9اگر کسی گوش داردبشنود.
10εἴ τις εἰς αἰχμαλωσίαν [ἀπάγει], εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρᾳ [ἀποκτέννει], δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
10اگر کسی اسیر نماید به اسیری رود، واگر کسی به شمشیر قتل کند، می‌باید او به شمشیرکشته گردد. در اینجاست صبر و ایمان مقدسین.
11Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα [δύο] ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων.
11و دیدم وحش دیگری را که از زمین بالامی آید و دو شاخ مثل شاخهای بره داشت و ماننداژدها تکلم می‌نمود؛
12καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.
12و با تمام قدرت وحش نخست، در حضور وی عمل می‌کند و زمین وسکنه آن را بر این وامی دارد که وحش نخست راکه از زخم مهلک شفا یافت، بپرستند.
13καὶ ποιεῖ σημεῖα μεγάλα, καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.
13ومعجزات عظیمه بعمل می‌آورد تا آتش را نیز ازآسمان در حضور مردم به زمین فرود آورد.
14καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ὃς εἶχε τὴν πληγὴν τῆς μαχαίρας καὶ ἔζησε.
14وساکنان زمین را گمراه می‌کند، به آن معجزاتی که به وی داده شد که آنها را در حضور وحش بنماید. و به ساکنان زمین می‌گوید که صورتی را ازآن وحش که بعد از خوردن زخم شمشیر زیست نمود، بسازند.
15καὶ ἐδόθη αὐτῷ πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ, ὅσοι ἐὰν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ θηρίου, [ἵνα] ἀποκτανθῶσι.
15و به وی داده شد که آن صورت وحش را روح بخشد تا که صورت وحش سخن گوید و چنان کند که هر‌که صورت وحش راپرستش نکند، کشته گردد.
16καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσουσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τῶν μετώπων αὐτῶν,
16و همه را از کبیرو صغیر و دولتمند و فقیر و غلام و آزاد براین وامی دارد که بر دست راست یا برپیشانی خود نشانی گذارند.
17καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.
17و اینکه هیچ‌کس خرید و فروش نتواند کرد، جز کسی‌که نشان یعنی اسم یا عدد اسم وحش را داشته باشد.
18Ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστί· καὶ ὁ ἀριθμὸς αὐτοῦ χξς΄.
18در اینجا حکمت است. پس هر‌که فهم دارد، عدد وحش را بشمارد، زیرا که عددانسان است و عددش ششصد و شصت و شش است.

Tip: use the ← and → keys to turn chapters.