ΙΑΚΩΒΟΥ 3
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)Original language
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
Old Persian Version (ترجمه قدیم)
1Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα·
1ای برادران من، بسیار معلم نشوید چونکه می دانید که بر ما داوری سختتر خواهدشد.
2πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
2زیرا همگی ما بسیار میلغزیم. و اگر کسی در سخنگفتن نلغزد، او مرد کامل است و میتواندعنان تمام جسد خود را بکشد.
3ἴδε τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
3و اینک لگام رابر دهان اسبان میزنیم تا مطیع ما شوند و تمام بدن آنها را برمی گردانیم.
4ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ σκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούληται.
4اینک کشتیها نیز چقدربزرگ است و از بادهای سخت رانده میشود، لکن با سکان کوچک به هر طرفی که اراده ناخدا باشد، برگردانیده میشود.
5οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶ καὶ μεγαλαυχεῖ. ἰδοὺ ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει!
5همچنان زبان نیز عضوی کوچک است و سخنان کبرآمیز میگوید. اینک آتش کمی چه جنگل عظیمی را میسوزاند.
6καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.
6وزبان آتشی است! آن عالم ناراستی در میان اعضای ما زبان است که تمام بدن را میآلاید ودایره کائنات را میسوزاند و از جهنم سوخته میشود!
7πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ,
7زیرا که هر طبیعتی از وحوش و طیور وحشرات و حیوانات بحری از طبیعت انسان رام میشود و رام شده است.
8τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι· ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
8لکن زبان را کسی ازمردمان نمی تواند رام کند. شرارتی سرکش و پر اززهر قاتل است!
9ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν Θεοῦ γεγονότας·
9خدا و پدر را به آن متبارک میخوانیم و به همان مردمان را که به صورت خداآفریده شدهاند، لعن میگوییم.
10ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι.
10از یک دهان برکت و لعنت بیرون میآید! ای برادران، شایسته نیست که چنین شود.
11μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
11آیا چشمه از یک شکاف آب شیرین و شور جاری میسازد؟
12μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.
12یا میشودای برادران من که درخت انجیر، زیتون یا درخت مو، انجیر بار آورد؟ و چشمه شور نمی تواند آب شیرین را موجود سازد.
13Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
13کیست در میان شما که حکیم و عالم باشد؟ پس اعمال خود را از سیرت نیکو به تواضع حکمت ظاهر بسازد.
14εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
14لکن اگر در دل خودحسد تلخ و تعصب دارید، فخر مکنید و به ضدحق دروغ مگویید.
15οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ᾽ ἐπίγειος, ψυχική, δαιμονιώδης.
15این حکمت از بالا نازل نمی شود، بلکه دنیوی و نفسانی و شیطانی است.
16ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
16زیرا هرجایی که حسد و تعصب است، درآنجا فتنه و هر امر زشت موجود میباشد.
17ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος καὶ ἀνυπόκριτος.
17لکن آن حکمت که از بالا است، اول طاهر است و بعدصلحآمیز و ملایم و نصیحتپذیر و پر از رحمت و میوه های نیکو و بیتردد و بیریا.
18καρπὸς δὲ [τῆς] δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
18و میوه عدالت در سلامتی کاشته میشود برای آنانی که سلامتی را بعمل میآورند.
Tip: use the ← and → keys to turn chapters.