ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄
Chapter 8

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄

Greek New Testament: 190…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8

Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν.
1περι δε των ειδωλοθυτων οιδαμεν οτι παντεσ γνωσιν εχομεν η γνωσισ φυσιοι η δε αγαπη οικοδομει
2ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. εἰ δέ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι·
2ει δε τισ δοκει ειδεναι τι ουδεπω ουδεν εγνωκεν καθωσ δει γνωναι
3εἰ δέ τις ἀγαπᾷ τὸν Θεόν, οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ.
3ει δε τισ αγαπα τον θεον ουτοσ εγνωσται υπ αυτου
4Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς.
4περι τησ βρωσεωσ ουν των ειδωλοθυτων οιδαμεν οτι ουδεν ειδωλον εν κοσμω και οτι ουδεισ θεοσ ετεροσ ει μη εισ
5καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί,
5και γαρ ειπερ εισιν λεγομενοι θεοι ειτε εν ουρανω ειτε επι γησ ωσπερ εισιν θεοι πολλοι και κυριοι πολλοι
6ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ.
6αλλ ημιν εισ θεοσ ο πατηρ εξ ου τα παντα και ημεισ εισ αυτον και εισ κυριοσ ιησουσ χριστοσ δι ου τα παντα και ημεισ δι αυτου
7Ἀλλ᾽ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.
7αλλ ουκ εν πασιν η γνωσισ τινεσ δε τη συνειδησει του ειδωλου εωσ αρτι ωσ ειδωλοθυτον εσθιουσιν και η συνειδησισ αυτων ασθενησ ουσα μολυνεται
8βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.
8βρωμα δε ημασ ου παριστησιν τω θεω ουτε γαρ εαν φαγωμεν περισσευομεν ουτε εαν μη φαγωμεν υστερουμεθα
9βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.
9βλεπετε δε μηπωσ η εξουσια υμων αυτη προσκομμα γενηται τοισ ασθενουσιν
10ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;
10εαν γαρ τισ ιδη σε τον εχοντα γνωσιν εν ειδωλειω κατακειμενον ουχι η συνειδησισ αυτου ασθενουσ οντοσ οικοδομηθησεται εισ το τα ειδωλοθυτα εσθιειν
11καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾽ ὃν Χριστὸς ἀπέθανεν.
11και απολειται ο ασθενων αδελφοσ επι τη ση γνωσει δι ον χριστοσ απεθανεν
12οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε.
12ουτωσ δε αμαρτανοντεσ εισ τουσ αδελφουσ και τυπτοντεσ αυτων την συνειδησιν ασθενουσαν εισ χριστον αμαρτανετε
13διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
13διοπερ ει βρωμα σκανδαλιζει τον αδελφον μου ου μη φαγω κρεα εισ τον αιωνα ινα μη τον αδελφον μου σκανδαλισω

Tip: use the ← and → keys to turn chapters.