Judith 8
Douay-Rheims Bible, American Edition (1899)Translation
Douay-Rheims Bible, American Edition (1899)
Septuagint (Greek Old Testament), second edition
1Now it came to pass, when Judith a widow had heard these words, who was the daughter of Merari, the son of Idox, the son of Joseph, the son of Ozias, the son of Elai, the son of Jamnor, the son of Gedeon, the son of Raphaim, the son of Achitob, the son of Melehias, the son of Enan, the son of Nathanias, the son of Salathiel, the son of Simeon, the son of Ruben:
1ΚΑΙ ἤκουσεν ἐν ἐκείναις ταῖς ἡμέραις Ἰουδίθ, θυγάτηρ Μεραρί, υἱοῦ Ὤξ, υἱοῦ Ἰωσήφ, υἱοῦ Ὀζιήλ, υἱοῦ Ἐλκία, υἱοῦ Ἠλιού, υἱοῦ Χελκίου, υἱοῦ Ἐλιάβ, υἱοῦ Ναθαναήλ, υἱοῦ Σαλαμιήλ, υἱοῦ Σαρασαδαΐ, υἱοῦ Ἰσραήλ.
2And her husband was Manasses, who died in the time of the barley harvest:
2καὶ ὁ ἀνὴρ αὐτῆς Μανασσῆς τῆς φυλῆς αὐτῆς καὶ τῆς πατριᾶς αὐτῆς, καὶ ἀπέθανεν ἐν ἡμέραις θερισμοῦ κριθῶν·
3For he was standing over them that bound sheaves in the field; and the heat came upon his head, and he died in Bethulia his own city, and was buried there with his fathers.
3ἐπέστη γὰρ ἐπὶ τοῦ δεσμεύοντος τὸ δράγμα τῷ πεδίῳ, καὶ ὁ καύσων ἦλθεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν κλίνην καὶ ἐτελεύτησεν ἐν Βαιτυλούᾳ τῇ πόλει αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ ἀγρῷ τῷ ἀνὰ μέσον Δωθαΐμ καὶ Βαλαμών.
4And Judith his relict was a widow now three years and six months.
4καὶ ἦν Ἰουδὶθ ἐν τῷ οἴκῳ αὐτῆς χηρεύουσα ἔτη τρία καὶ μῆνας τέσσαρας.
5And she made herself a private chamber in the upper part of her house, in which she abode shut up with her maids.
5καὶ ἐποίησεν ἑαυτῇ σκηνὴν ἐπὶ τοῦ δώματος τοῦ οἴκου αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὴν ὀσφὺν αὐτῆς σάκκον, καὶ ἦν ἐπ᾿ αὐτῆς τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς.
6And she wore haircloth upon her loins, and fasted all the days of her life, except the sabbaths, and new moons, and the feasts of the house of Israel.
6καὶ ἐνήστευε πάσας τὰς ἡμέρας χηρεύσεως αὐτῆς, χωρὶς προσαββάτων καὶ σαββάτων καὶ προνουμηνιῶν καὶ νουμηνιῶν καὶ ἑορτῶν καὶ χαρμοσυνῶν οἴκου Ἰσραήλ.
7And she was exceedingly beautiful, and her husband left her great riches, and very many servants, and large possessions of herds of oxen, and flocks of sheep.
7καὶ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα· καὶ ὑπελίπετο αὐτῇ Μανασσῆς, ὁ ἀνὴρ αὐτῆς, χρυσίον καὶ ἀργύριον καὶ παῖδας καὶ παιδίσκας καὶ κτήνη καὶ ἀγρούς, καὶ ἔμενεν ἐπ᾿ αὐτῶν.
8And she was greatly renowned among all, because she feared the Lord very much, neither was there any one that spoke an ill word of her.
8καὶ οὐκ ἦν ὃς ἐπήνεγκεν αὐτῇ ρῆμα πονηρόν, ὅτι ἐφοβεῖτο τὸν Θεὸν σφόδρα
9When therefore she had heard that Ozias had promised that he would deliver up the city after the fifth day, she sent to the ancients Chabri and Charmi.
9καὶ ἤκουσε τὰ ρήματα τοῦ λαοῦ τὰ πονηρὰ ἐπὶ τὸν ἄρχοντα, ὅτι ὠλιγοψύχησαν ἐπὶ τῇ σπάνει τῶν ὑδάτων, καὶ ἤκουσε πάντας τοὺς λόγους Ἰουδίθ, οὓς ἐλάλησε πρὸς αὐτοὺς Ὀζίας, ὡς ὤμοσεν αὐτοῖς παραδώσειν τὴν πόλιν μετὰ ἡμέρας πέντε τοῖς Ἀσσυρίοις.
10And they came to her, and she said to them: What is this word, by which Ozias hath consented to give up the city to the Assyrians, if within five days there come no aid to us?
10καὶ ἀποστείλασα τὴν ἅβραν αὐτῆς τὴν ἐφεστῶσαν πᾶσι τοῖς ὑπάρχουσιν αὐτῆς ἐκάλεσεν Ὀζίαν καὶ Χαβρὶν καὶ Χαρμὶν τοὺς πρεσβυτέρους τῆς πόλεως αὐτῆς,
11And who are you that tempt the Lord?
11καὶ ἦλθον πρὸς αὐτήν, καὶ εἶπε πρὸς αὐτούς· ἀκούσατε δή μου, ἄρχοντες τῶν κατοικούντων ἐν Βαιτυλούᾳ, ὅτι οὐκ εὐθὺς ὁ λόγος ὑμῶν, ὃν ἐλαλήσατε ἐναντίον τοῦ λαοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ ἐστήσατε τὸν ὅρκον, ὃν ἐλαλήσατε ἀνὰ μέσον τοῦ Θεοῦ καὶ ὑμῶν καὶ εἴπατε ἐκδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν, ἐὰν μὴ ἐν αὐταῖς ἐπιστρέψῃ ὁ Κύριος βοηθῆσαι ἡμῖν.
12This is not a word that may draw down mercy, but rather that may stir up wrath, and enkindle indignation.
12καὶ νῦν τίνες ἐστὲ ὑμεῖς, οἳ ἐπειράσατε τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον καὶ ἵστατε ὑπὲρ τοῦ Θεοῦ ἐν μέσῳ υἱῶν ἀνθρώπων;
13You have set a time for the mercy of the Lord, and you have appointed him a day, according to your pleasure.
13καὶ νῦν Κύριον παντοκράτορα ἐξετάζετε καὶ οὐθὲν ἐπιγνώσεσθε ἕως τοῦ αἰῶνος,
14But forasmuch as the Lord is patient, let us be penitent for this same thing, and with many tears let us beg his pardon:
14ὅτι βάθος καρδίας ἀνθρώπου οὐχ εὑρήσετε καὶ λόγους τῆς διανοίας αὐτοῦ οὐ διαλήψεσθε· καὶ πῶς τὸν Θεόν, ὃς ἐποίησε τὰ πάντα ταῦτα, ἐρευνήσετε καὶ τὸν νοῦν αὐτοῦ ἐπιγνώσεσθε καὶ τὸν λογισμὸν αὐτοῦ κατανοήσετε; μηδαμῶς, ἀδελφοί, μὴ παροργίζετε Κύριον τὸν Θεὸν ἡμῶν·
15For God will not threaten like man, nor be inflamed to anger like the son of man.
15ὅτι ἐὰν μὴ βούληται ἐν ταῖς πέντε ἡμέραις βοηθῆσαι ἡμῖν, αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἷς θέλει σκεπάσαι ἡμέραις ἢ καὶ ὀλοθρεῦσαι ἡμᾶς πρὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν.
16And therefore let us humble our souls before him, and continuing in an humble spirit, in his service:
16ὑμεῖς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὅτι οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς ἀπειληθῆναι, οὐδὲ ὡς υἱὸς ἀνθρώπου διαιτηθῆναι.
17Let us ask the Lord with tears, that according to his will so he would shew his mercy to us: that as our heart is troubled by their pride, so also we may glorify in our humility.
17διόπερ ἀναμένοντες τὴν παρ᾿ αὐτοῦ σωτηρίαν ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμῶν, καὶ εἰσακούσεται τῆς φωνῆς ἡμῶν, ἐὰν ᾖ αὐτῷ ἀρεστόν.
18For we have not followed the sins of our fathers, who forsook their God, and worshipped strange gods.
18ὅτι οὐκ ἀνέστη ἐν ταῖς γενεαῖς ἡμῶν οὐδέ ἐστιν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον οὔτε φυλὴ οὔτε πατριὰ οὔτε δῆμος οὔτε πόλις ἐξ ἡμῶν, οἳ προσκυνοῦσι θεοῖς χειροποιήτοις, καθάπερ ἐγένετο ἐν ταῖς πρότερον ἡμέραις·
19For which crime they were given up to their enemies, to the sword, and to pillage, and to confusion: but we know no other God but him.
19ὧν χάριν ἐδόθησαν εἰς ρομφαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμῶν καὶ ἔπεσον πτῶμα μέγα ἐνώπιον τῶν ἐχθρῶν ἡμῶν.
20Let us humbly wait for his consolation, and the Lord our God will require our blood of the afflictions of our enemies, and he will humble all the nations that shall rise up against us, and bring them to disgrace.
20ἡμεῖς δὲ ἕτερον θεὸν οὐκ ἐπέγνωμεν πλὴν αὐτοῦ· ὅθεν ἐλπίζομεν ὅτι οὐχ ὑπερόψεται ἡμᾶς, οὐδ᾿ ἀπὸ τοῦ γένους ἡμῶν.
21And now, brethren, as you are the ancients among the people of God, and their very soul resteth upon you: comfort their hearts by your speech, that they may be mindful how our fathers were tempted that they might be proved, whether they worshipped their God truly.
21ὅτι ἐν τῷ ληφθῆναι ἡμᾶς οὕτως καθήσεται πᾶσα ἡ Ἰουδαία, καὶ προνομευθήσεται τὰ ἅγια ἡμῶν, καὶ ζητήσει τὴν βεβήλωσιν αὐτῶν ἐκ τοῦ αἵματος ἡμῶν
22They must remember how our father Abraham was tempted, and being proved by many tribulations, was made the friend of God.
22καὶ τὸν φόνον τῶν ἀδελφῶν ἡμῶν καὶ τὴν αἰχμαλωσίαν τῆς γῆς καὶ τὴν ἐρήμωσιν τῆς κληρονομίας ἡμῶν ἐπιστρέψει εἰς κεφαλὴν ἡμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ἐὰν δουλεύσωμεν ἐκεῖ, καὶ ἐσόμεθα εἰς πρόσκομμα καὶ εἰς ὄνειδος ἐναντίον τῶν κτωμένων ἡμᾶς.
23So Isaac, so Jacob, so Moses, and all that have pleased God, passed through many tribulations, remaining faithful.
23ὅτι οὐ κατευθυνθήσεται ἡ δουλεία ἡμῶν εἰς χάριν, ἀλλ᾿ εἰς ἀτιμίαν θήσει αὐτὴν Κύριος ὁ Θεὸς ἡμῶν.
24But they that did not receive the trials with the fear of the Lord, but uttered their impatience and the reproach of their murmuring against the Lord,
24καὶ νῦν, ἀδελφοί, ἐπιδειξώμεθα τοῖς ἀδελφοῖς ἡμῶν, ὅτι ἐξ ἡμῶν κρέμαται ἡ ψυχὴ αὐτῶν, καὶ τὰ ἅγια καὶ ὁ οἶκος καὶ τὸ θυσιαστήριον ἐπιστήρικται ἐφ᾿ ἡμῖν.
25Were destroyed by the destroyer, and perished by serpents.
25παρὰ ταῦτα πάντα εὐχαριστήσωμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ὃς πειράζει ἡμᾶς καθὰ καὶ τοὺς πατέρας ἡμῶν.
26As for us therefore let us not revenge ourselves for these things which we suffer.
26μνήσθητε ὅσα ἐποίησε μετὰ Ἁβραὰμ καὶ ὅσα ἐπείρασε τὸν Ἰσαὰκ καὶ ὅσα ἐγένετο τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας ποιμαίνοντι τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.
27But esteeming these very punishments to be less than our sins deserve, let us believe that these scourges of the Lord, with which like servants we are chastised, have happened for our amendment, and not for our destruction.
27ὅτι οὐ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τῆς καρδίας αὐτῶν, καὶ ἡμᾶς οὐκ ἐξεδίκησεν, ἀλλ᾿ εἰς νουθέτησιν μαστιγοῖ Κύριος τοὺς ἐγγίζοντας αὐτῷ.
28And Ozias and the ancients said to her: All things which thou hast spoken are true, and there is nothing to be reprehended in thy words.
28καὶ εἶπε πρὸς αὐτὴν Ὀζίας· πάντα, ὅσα εἶπας, ἀγαθῇ καρδίᾳ ἐλάλησας, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοῖς λόγοις σου·
29Now therefore pray for us, for thou art a holy woman, and one fearing God.
29ὅτι οὐκ ἐν τῇ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν, ἀλλὰ ἀπ᾿ ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς ὁ λαὸς τὴν σύνεσίν σου, καθότι ἀγαθόν ἐστι τὸ πλάσμα τῆς καρδίας σου.
30And Judith said to them: As you know that what I have been able to say is of God:
30ἀλλ᾿ ὁ λαὸς ἐδίψησε σφόδρα καὶ ἠνάγκασαν ποιῆσαι ἡμᾶς καθὰ ἐλαλήσαμεν αὐτοῖς καὶ ἐπαγαγεῖν ὅρκον ἐφ᾿ ἡμᾶς, ὃν οὐ παραβησόμεθα.
31So that which I intend to do prove ye if it be of God, and pray that God may strengthen my design.
31καὶ νῦν δεήθητι περὶ ἡμῶν, ὅτι γυνὴ εὐσεβὴς εἶ, καὶ ἀποστελεῖ Κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν, καὶ οὐκ ἐκλείψωμεν ἔτι.
32You shall stand at the gate this night, and I will go out with my maidservant: and pray ye, that as you have said, in five days the Lord may look down upon his people Israel.
32καὶ εἶπε πρὸς αὐτοὺς Ἰουδίθ· ἀκούσατέ μου, καὶ ποιήσω πρᾶγμα, ὃ ἀφίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τοῦ γένους ἡμῶν.
33But I desire that you search not into what I am doing, and till I bring you word let nothing else be done but to pray for me to the Lord our God.
33ὑμεῖς στήσεσθε ἐπὶ τῆς πύλης τὴν νύκτα ταύτην, καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τῆς ἅβρας μου, καὶ ἐν ταῖς ἡμέραις, μεθ᾿ ἃς εἴπατε παραδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν, ἐπισκέψεται Κύριος τὸν Ἰσραὴλ ἐν χειρί μου·
34And Ozias the prince of Juda said to her: Go in peace, and the Lord be with thee to take revenge of our enemies. So returning they departed.
34ὑμεῖς δὲ οὐκ ἐξερευνήσετε τὴν πρᾶξίν μου, οὐ γὰρ ἐρῶ ὑμῖν, ἕως τοῦ τελεσθῆναι ἃ ἐγὼ ποιῶ.
no verse 35 in this text
35καὶ εἶπεν Ὀζίας καὶ οἱ ἄρχοντες πρὸς αὐτήν· πορεύου εἰς εἰρήνην, καὶ Κύριος ὁ Θεὸς ἔμπροσθέν σου εἰς ἐκδίκησιν τῶν ἐχθρῶν ἡμῶν.
no verse 36 in this text
36καὶ ἀποστρέψαντες ἐκ τῆς σκηνῆς ἐπορεύθησαν ἐπὶ τὰς διατάξεις αὐτῶν.
Tip: use the ← and → keys to turn chapters.