2 Samuel 6
Douay-Rheims Bible, American Edition (1899)Translation
Douay-Rheims Bible, American Edition (1899)
Septuagint (Brenton Greek text, with Apocrypha)
1And David again gathered together all the chosen men of Israel, thirty thousand.
1Καὶ συνήγαγεν ἔτι Δαυὶδ πάντα νεανίαν ἐξ Ἰσραὴλ, ὡς ἑβδομήκοντα χιλιάδας.
2And David arose and went, with all the people that were with him of the men of Juda to fetch the ark of God, upon which the name of the Lord of hosts is invoked, who sitteth over it upon the cherubims.
2Καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ καὶ ἀπὸ τῶν ἀρχόντων Ἰούδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ, ἐφʼ ἣν ἐπεκλήθη τὸ ὄνομα τοῦ Κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν χερουβὶν ἐπʼ αὐτῆς.
3And they laid the ark of God upon a new cart: and took it out of the house of Abinadab, who was in Gabaa: and Oza, and Ahio, the sons of Abinadab, drove the new cart.
3Καὶ ἐπεβίβασεν τὴν κιβωτὸν Κυρίου ἐφʼ ἅμαξαν καινὴν, καὶ ᾖραν αὐτὴν ἐξ οἴκου Ἀμιναδὰβ τοῦ ἐν τῷ βουνῷ· καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ Ἀμιναδὰβ ἦγαν τὴν ἅμαξαν σὺν τῇ κιβωτῷ.
4And when they had taken it out of the house of Abinadab, who was in Gabaa, Ahio having care of the ark of God went before the ark.
4Καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ.
5But David and all Israel played before the Lord on all manner of instruments made of wood, on harps and lutes and timbrels and cornets and cymbals.
5Καὶ Δαυὶδ καὶ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον Κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ, καὶ ἐν ᾠδαῖς, καὶ ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν τυμπάνοις, καὶ ἐν κυμβάλοις, καὶ ἐν αὐλοῖς.
6And when they came to the floor of Nachon, Oza put forth his hand to the ark of God, and took hold of it: because the oxen kicked and made it lean aside.
6Καὶ παραγίνονται ἕως ἅλω Ναχώρ· καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ Θεοῦ κατασχεῖν αὐτὴν, καὶ ἐκράτησεν αὐτὴν, ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος.
7And the indignation of the Lord was enkindled against Oza, and he struck him for his rashness: and he died there before the ark of God.
7Καὶ ἐθυμώθη ὀργῇ Κύριος τῷ Ὀζᾷ, καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ Θεός, καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ Κυρίου ἐνώπιον τοῦ Θεοῦ.
8And David was grieved because the Lord had struck Oza, and the name of that place was called: The striking of Oza, to this day.
8Καὶ ἠθύμησε Δαυὶδ ὑπὲρ οὗ διέκοψε Κύριος διακοπὴν ἐν τῷ Ὀζᾷ, καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος, διακοπὴ Ὀζᾶ, ἕως τῆς ἡμέρας ταύτης.
9And David was afraid of the Lord that day, saying: How shall the ark of the Lord come to me?
9Καὶ ἐφοβήθη Δαυὶδ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων, πῶς εἰσελεύσεται πρὸς μὲ ἡ κιβωτὸς Κυρίου;
10And he would not have the ark of the Lord brought in to himself into the city of David: but he caused it to be carried into the house of Obededom the Gethite.
10Καὶ οὐκ ἐβούλετο Δαυὶδ τοῦ ἐκκλῖναι πρὸς αὐτὸν τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὴν πόλιν Δαυίδ· καὶ ἀπέκλινεν αὐτὴν Δαυὶδ εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθαίου.
11And the ark of the Lord abode in the house of Obededom the Gethite three months: and the Lord blessed Obededom, and all his household.
11Καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ Κυρίου εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθαίου μῆνας τρεῖς· καὶ εὐλόγησε Κύριος ὅλον τὸν οἶκον Ἀβεδδαρὰ, καὶ πάντα τὰ αὐτοῦ.
12And it was told king David, that the Lord had blessed Obededom, and all that he had, because of the ark of God. So David went, and brought away the ark of God out of the house of Obededom into the city of David with joy. And there were with David seven choirs, and calves for victims.
12Καὶ ἀπηγγέλη τῷ βασιλεῖ Δαυὶδ, λέγοντες, εὐλόγησε Κύριος τὸν οἶκον Ἀβεδδαρὰ, καὶ πάντα τὰ αὐτοῦ, ἕνεκα τῆς κιβωτοῦ τοῦ Θεοῦ· καὶ ἐπορεύθη Δαυὶδ, καὶ ἀνήγαγε τὴν κιβωτὸν τοῦ Κυρίου ἐκ τοῦ οἴκου Ἀβεδδαρὰ εἰς τὴν πόλιν Δαυὶδ ἐν εὐφροσύνῃ.
13And when they that carried the ark of the Lord had gone six paces, he sacrificed an ox and a ram:
13Καὶ ἦσαν μετʼ αὐτοῦ αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ, καὶ θύμα μόσχος καὶ ἄρνες.
14And David danced with all his might before the Lord: and David was girded with a linen ephod.
14Καὶ Δαυὶδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον Κυρίου, καὶ ὁ Δαυὶδ ἐνδεδυκὼς στολὴν ἔξαλλον.
15And David and all the house of Israel brought the ark of the covenant of the Lord with joyful shouting, and with sound of trumpet.
15Καὶ Δαυὶδ καὶ πᾶς ὁ οἶκος Ἰσραὴλ ἀνήγαγον τὴν κιβωτὸν Κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος.
16And when the ark of the Lord was come into the city of David, Michol the daughter of Saul, looking out through a window, saw king David leaping and dancing before the Lord: and she despised him in her heart.
16Καὶ ἐγένετο τῆς κιβωτοῦ παραγινομένης ἕως πόλεως Δαυίδ, καὶ Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ διέκυπτε διὰ τῆς θυρίδος, καὶ εἶδε τὸν βασιλέα Δαυὶδ ὀρχούμενον, καὶ ἀνακρουόμενον ἐνώπιον Κυρίου, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς.
17And they brought the ark of the Lord, and set it in its place in the midst of the tabernacle, which David had pitched for it: and David offered holocausts, and peace offerings before the Lord.
17Καὶ φέρουσι τὴν κιβωτὸν τοῦ Κυρίου, καὶ ἀνέθηκαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυὶδ· καὶ ἀνήνεγκε Δαυιδ ὁλοκαυτώματα ἐνώπιον Κυρίου, εἰρηνικάς.
18And when he had made an end of offering holocausts and peace offerings, he blessed the people in the name of the Lord of hosts.
18Καὶ συνετέλεσε Δαυὶδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς, καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου τῶν δυνάμεων.
19And he distributed to all the multitude of Israel both men and women, to every one, a cake of bread, and a piece of roasted beef, and fine flour fried with oil: and all the people departed every one to his house.
19Καὶ διεμέρισε παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ἰσραὴλ ἀπὸ Δὰν ἕως Βηρσαβεὲ, καὶ ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, ἑκάστῳ κολλυρίδα ἄρτου, καὶ ἐσχαρίτην, καὶ λάγανον ἀπὸ τηγάνου· καὶ ἀπῆλθε πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.
20And David returned to bless his own house: and Michol the daughter of Saul coming out to meet David, said: How glorious was the king of Israel today, uncovering himself before the handmaids of his servants, and was naked, as if one of the buffoons should be naked.
20Καὶ ἐπέστρεψε Δαυὶδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ· καὶ ἐξῆλθε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ εἰς ἀπάντησιν Δαυὶδ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπε, τί δεδόξασται σήμερον ὁ βασιλεὺς Ἰσραὴλ, ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ, καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων;
21And David said to Michol: Before the Lord, who chose me rather than thy father, and than all his house, and commanded me to be ruler over the people of the Lord in Israel,
21Καὶ εἶπε Δαυὶδ πρὸς Μελχόλ, ἐνώπιον Κυρίου ὀρχήσομαι· εὐλογητὸς Κύριος ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ, του καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ἰσραὴλ·
22I will both play and make myself meaner than I have done: and I will be little in my own eyes: and with the handmaid of whom thou speakest, I shall appear more glorious.
22καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον Κυρίου, καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως, καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου, καὶ μετὰ τῶν παιδισκῶν, ὧν εἶπάς με μὴ δοξασθῆναι.
23Therefore Michol the daughter of Saul had no child to the day of her death.
23Καὶ τῇ Μελχὸλ θυγατρὶ Σαοὺλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν.
Tip: use the ← and → keys to turn chapters.