Didache

Books

Chapter 12
Didache (The Teaching of…
Compare

Compare with

Aa
Text size
Line width
Verse numbers

1Πᾶς δὲ ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου δεχθήτω: ἔπειτα δὲ δοκιμάσαντες αὐτὸν γνώσεσθε, σύνεσιν γὰρ ἕξετε δεξιὰν καὶ ἀριστεράν.

2εἰ μὲν παρόδιός ἐστιν ὁ ἐρχόμενος, βοηθεῖτε αὐτῷ, ὅσον δύνασθε: οὐ μενεῖ δὲ πρὸς ὑμᾶς εἰ μὴ δύο ἡ τρεῖς ἡμέρας, ἑὰν ᾖ ἀνάγκη.

3εἰ δὲ θέλει πρὸς ὑμᾶς καθῆσθαι, τεχνίτης ὤν, ἐργαζέσθω καὶ φαγέτω.

4εἰ δὲ οὐκ ἔχει τέχνην, κατὰ τὴν σύνεσιν ὑμῶν προνοήσατε, πῶς μὴ ἀργὸς μεθ̓ ὑμῶν ζήσεται Χριστιανός.

5εἰ δ’ οὐ θέλει οὕτω ποιεῖν, χριστέμπορός ἐστι: προσέχετε ἀπὸ τῶν τοιούτων.

Tip: use the ← and → keys to turn chapters.