2. Chronik 11
Lutherbibel 1912Translation
Lutherbibel 1912
Septuagint (Brenton Greek text, with Apocrypha)
1Und da Rehabeam gen Jerusalem kam, versammelte er das ganze Haus Juda und Benjamin, hunderundachtzigtausend junger Mannschaft, die streitbar waren, wider Israel zu streiten, daß sie das Königreich wieder an Rehabeam brächten.
1Καὶ ἦλθε Ῥοβοὰμ εἰς Ἱερουσαλὴμ, καὶ ἐξεκκλησίασε τὸν Ἰούδαν καὶ Βενιαμὶν ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον, καὶ ἐπολέμει πρὸς Ἰσραὴλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ῥοβοάμ.
2Aber das Wort des HERRN kam zu Semaja, dem Mann Gottes, und sprach:
2Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ, λέγων,
3Sage Rehabeam, dem Sohn Salomos, dem König Juda's, und dem ganzen Israel, das in Juda und Benjamin ist, und sprich:
3εἶπον πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν καὶ πάντα Ἰούδαν καὶ Βενιαμὶν, λέγων,
4So spricht der HERR: Ihr sollt nicht hinaufziehen noch wider eure Brüder streiten; ein jeglicher gehe wieder heim; denn das ist von mir geschehen. Sie gehorchten dem HERRN und ließen ab von dem Zug wider Jerobeam.
4τάδε λέγει Κύριος, οὐκ ἀναβήσεσθε, καὶ οὐ πολεμήσεσθε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν· ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρʼ ἐμοῦ ἐγένετο τὸ ῥῆμα τοῦτο· καὶ ἐπήκουσαν τοῦ λόγου Κυρίου, καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι ἐπὶ Ἱεροβοάμ.
5Rehabeam aber wohnte zu Jerusalem und baute Städte zu Festungen in Juda,
5Καὶ κατῴκησε Ῥοβοὰμ εἰς Ἱερουσαλὴμ, καὶ ᾠκοδόμησε πόλεις τειχήρεις ἐν τῇ Ἰουδαίᾳ.
6nämlich: Bethlehem, Etam, Thekoa,
6Καὶ ᾠκοδόμησε τὴν Βηθλεὲμ, καὶ Αἰτὰν, καὶ Θεκωὲ,
7Beth-Zur, Socho, Adullam,
7καὶ Βαιθσουρὰ, καὶ τὴν Σοχὼθ, καὶ τὴν Ὀδολλὰμ,
8Gath, Maresa, Siph,
8καὶ τὴν Γὲθ, καὶ τὴν Μαρισὰν, καὶ τὴν Ζὶφ,
9Adoraim, Lachis, Aseka,
9καὶ τὴν Ἀδωραὶ, καὶ Λαχὶς, καὶ τὴν Ἀζηκά,
10Zora, Ajalon und Hebron, welche waren die festen Städte in Juda und Benjamin;
10καὶ τὴν Σαραὰ, καὶ τὴν Αἰλὼμ, καὶ τὴν Χεβρὼν, ἥ ἐστι τοῦ Ἰούδα καὶ Βενιαμὶν, πόλεις τειχήρεις.
11und machte sie stark und setzte Fürsten darein und Vorrat von Speise, Öl und Wein.
11Καὶ ὠχύρωσεν αὐτὰς τειχήρεις, καὶ ἔδωκεν ἐν αὐταῖς ἡγουμένους, καὶ παραθέσεις βρωμάτων, ἔλαιον καὶ οἶνον,
12Und in allen Städten schaffte er Schilde und Spieße und machte sie sehr stark. Juda und Benjamin waren unter ihm.
12κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα, καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα· καὶ ἦσαν αὐτῷ Ἰούδα καὶ Βενιαμίν.
13Auch machten sich zu ihm die Priester und Leviten aus ganz Israel und allem Gebiet;
13Καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἳ ἦσαν ἐν παντὶ Ἰσραὴλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων·
14denn die Leviten verließen ihre Vorstädte und Habe und kamen zu Juda gen Jerusalem. Denn Jerobeam und seine Söhne verstießen sie, daß sie vor dem HERRN nicht des Priesteramtes pflegen konnten.
14Ὅτι ἐγκατέλιπον οἱ Λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν, καὶ ἐπορεύθησαν πρὸς Ἰούδα εἰς Ἱερουσαλὴμ, ὅτι ἐξέβαλεν αὐτοὺς Ἱεροβοὰμ καὶ οἱ υἱοὶ αὐτοῦ μὴ λειτουργεῖν Κυρίῳ,
15Er stiftete sich aber Priester zu den Höhen und zu den Feldteufeln und Kälbern, die er machen ließ.
15καὶ κατέστησεν ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν Ἱεροβοάμ.
16Und nach ihnen kamen aus allen Stämmen Israels, die ihr Herz gaben, daß sie nach dem HERRN, dem Gott Israels, fragten, gen Jerusalem, daß sie opferten dem HERRN, dem Gott ihrer Väter.
16Καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραὴλ, οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι Κύριον Θεὸν Ἰσραήλ· καὶ ἦλθον εἰς Ἱερουσαλὴμ θῦσαι Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν.
17Und stärkten also das Königreich Juda und befestigten Rehabeam, den Sohn Salomos, drei Jahre lang; denn sie wandelten in den Wegen Davids und Salomos drei Jahre.
17Καὶ κατίσχυσαν τὴν βασιλείαν Ἰούδα· καὶ κατίσχυσε Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν εἰς ἔτη τρία, ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς Δαυὶδ καὶ Σαλωμὼν ἔτη τρία.
18Und Rehabeam nahm Mahalath, die Tochter Jerimoths, des Sohnes Davids, zum Weibe und Abihail, die Tochter Eliabs, des Sohnes Isais.
18Καὶ ἔλαβεν ἑαυτῷ Ῥοβοὰμ γυναῖκα τὴν Μοολὰθ θυγατέρα Ἱεριμοὺθ υἱοῦ Δαυὶδ, καὶ Ἀβιγαίαν θυγατέρα Ἑλιὰβ τοῦ Ἰεσσαί.
19Die gebar ihm diese Söhne: Jeus, Semarja und Saham.
19Καὶ ἔτεκεν αὐτῷ υἱοὺς, τὸν Ἰεοὺς, καὶ τὸν Σαμαρία, καὶ τὸν Ζαάμ.
20Nach der nahm er Maacha, die Tochter Absaloms; die gebar ihm Abia, Atthai, Sisa und Selomith.
20Καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχὰ θυγατέρα Ἀβεσσαλὼμ, καὶ ἔτεκεν αὐτῷ τὸν Ἀβιὰ, καὶ τὸν Ἰετθὶ, καὶ τὸν Ζηζὰ, καὶ τὸν Σαλημώθ.
21Aber Rehabeam hatte Maacha, die Tochter Absaloms, lieber denn alle seine Weiber und Kebsweiber; denn er hatte achtzehn Weiber und sechzig Kebsweiber und zeugte achtundzwanzig Söhne und sechzig Töchter.
21Καὶ ἠγάπησε Ῥοβοὰμ τὴν Μααχά θυγατέρα Ἀβεσσαλὼμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ, ὅτι γυναῖκας δεκαοκτὼ εἶχε καὶ παλλακὰς ἑξήκοντα· καὶ ἐγέννησεν υἱοὺς εἴκοσι καὶ ὀκτὼ, καὶ θυγατέρας ἑξήκοντα.
22Und Rehabeam setzte Abia, den Sohn Maachas, zum Haupt und Fürsten unter seinen Brüdern; denn er gedachte ihn zum König zu machen.
22Καὶ κατέστησεν εἰς ἄρχοντα Ἀβιὰ τὸν τῆς Μααχὰ εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν.
23Und er handelte klüglich und verteilte alle seine Söhne in die Lande Juda und Benjamin in alle festen Städte, und er gab ihnen Nahrung die Menge und nahm ihnen viele Weiber.
23Καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσι τοῖς ὁρίοις Ἰούδα καὶ Βενιαμὶν, καὶ ἐν ταῖς πόλεσι ταῖς ὀχυραῖς, καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολὺ, καὶ ᾐτήσατο πλῆθος γυναικῶν.
Tip: use the ← and → keys to turn chapters.