帖撒羅尼迦前書
Chapter 3

帖撒羅尼迦前書

Chinese Union Version, p…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

帖撒羅尼迦前書 3

Chinese Union Version, punctuated (Traditional)
Greek New Testament: Textus Receptus
1我們既不能再忍,就願意獨自等在 雅典 ,
1Διὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι,
2打發我們的兄弟在基督福音上作上帝執事的 提摩太 前去,堅固你們,並在你們所信的道上勸慰你們,
2καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν καὶ διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς περὶ τῆς πίστεως ὑμῶν,
3免得有人被諸般患難搖動。因為你們自己知道,我們受患難原是命定的。
3τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα.
4我們在你們那裏的時候,預先告訴你們,我們必受患難,以後果然應驗了,你們也知道。
4Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε.
5為此,我既不能再忍,就打發人去,要曉得你們的信心如何,恐怕那誘惑人的到底誘惑了你們,叫我們的勞苦歸於徒然。
5Διὰ τοῦτο κἀγώ, μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.
6但 提摩太 剛才從你們那裏回來,將你們信心和愛心的好消息報給我們,又說你們常常記念我們,切切地想見我們,如同我們想見你們一樣。
6Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾿ ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς·
7所以,弟兄們,我們在一切困苦患難之中,因着你們的信心就得了安慰。
7διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ᾿ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως·
8你們若靠主站立得穩,我們就活了。
8ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.
9我們在上帝面前,因着你們甚是喜樂;為這一切喜樂,可用何等的感謝為你們報答上帝呢?
9Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι᾿ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν,
10我們晝夜切切地祈求,要見你們的面,補滿你們信心的不足。
10νυκτὸς καὶ ἡμέρας ὑπὲρ ἐκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;
11願上帝-我們的父和我們的主耶穌一直引領我們到你們那裏去。
11Αὐτὸς δὲ ὁ Θεὸς καὶ πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς·
12又願主叫你們彼此相愛的心,並愛眾人的心都能增長,充足,如同我們愛你們一樣,
12ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς,
13好使你們當我們主耶穌同他眾聖徒來的時候,在我們父上帝面前,心裏堅固,成為聖潔,無可責備。
13εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.

Tip: use the ← and → keys to turn chapters.