希伯来书
Chapter 10

希伯来书

Chinese Union Version, p…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Greek New Testament: Textus Receptus
1律法既是将来美事的影儿,不是本物的真像,总不能借着每年常献一样的祭物叫那近前来的人得以完全。
1Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ᾿ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκές, οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι.
2若不然,献祭的事岂不早已止住了吗?因为礼拜的人,良心既被洁净,就不再觉得有罪了。
2Ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους;
3但这些 祭物 是叫人每年想起罪来;
3Ἀλλ᾿ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾿ ἐνιαυτόν·
4因为公牛和山羊的血,断不能除罪。
4ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
5所以基督到世上来的时候,就说: 神啊 ,祭物和礼物是你不愿意的; 你曾给我预备了身体。
5Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει, Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·
6燔祭和赎罪 祭 是你不喜欢的。
6ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας·
7那时我说: 神啊,我来了, 为要照你的旨意行; 我的事在经卷上已经记载了。
7τότε εἶπον, Ἰδού, ἥκω — ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ — τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου.
8以上说:「祭物和礼物,燔祭和赎罪祭,是你不愿意的,也是你不喜欢的(这都是按着律法献的)」;
8Ἀνώτερον λέγων ὅτι Θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας — αἵτινες κατὰ τὸν νόμον προσφέρονται —
9后又说:「我来了为要照你的旨意行」; 可见 他是除去在先的,为要立定在后的。
9τότε εἴρηκεν, Ἰδού, ἥκω τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ.
10我们凭这旨意,靠耶稣基督,只一次献上他的身体,就得以成圣。
10Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμέν διὰ τῆς προσφορᾶς τοῦ σώματος τοῦ Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
11凡祭司天天站着事奉 神 ,屡次献上一样的祭物,这祭物永不能除罪。
11Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκε καθ᾿ ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας·
12但基督献了一次永远的赎罪祭,就在 神的右边坐下了。
12αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκές, ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ,
13从此,等候他仇敌成了他的脚凳。
13τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ.
14因为他一次献祭,便叫那得以成圣的人永远完全。
14Μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
15圣灵也对我们作见证;因为他既已说过:
15Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον· μετὰ γὰρ τὸ προειρηκέναι,
16主说:那些日子以后, 我与他们所立的约乃是这样: 我要将我的律法写在他们心上, 又要放在他们的里面。
16Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτούς·
17以后就说 : 我不再记念他们的罪愆和他们的过犯。
17καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
18这些罪过既已赦免,就不用再为罪献祭了。
18Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
19弟兄们,我们既因耶稣的血得以坦然进入至圣所,
19Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ,
20是借着他给我们开了一条又新又活的路,从幔子经过,这幔子就是他的身体。
20ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τοῦτ᾿ ἔστι, τῆς σαρκὸς αὐτοῦ,
21又有一位大祭司治理 神的家,
21καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ,
22并我们心中天良的亏欠已经洒去,身体用清水洗净了,就当存着诚心和充足的信心来到 神面前;
22προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ·
23也要坚守我们所承认的指望,不至摇动,因为那应许我们的是信实的。
23κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος·
24又要彼此相顾,激发爱心,勉励行善。
24καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,
25你们不可停止聚会,好像那些停止惯了的人,倒要彼此劝勉,既知道那日子临近,就更当如此。
25μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
26因为我们得知真道以后,若故意犯罪,赎罪的祭就再没有了;
26Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,
27惟有战惧等候审判和那烧灭众敌人的烈火。
27φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
28人干犯 摩西 的律法,凭两三个见证人,尚且不得怜恤而死,
28Ἀθετήσας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει·
29何况人践踏 神的儿子,将那使他成圣之约的血当作平常,又亵慢施恩的 圣 灵,你们想,他要受的刑罚该怎样加重呢!
29πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας;
30因为我们知道谁说:「伸冤在我,我必报应」;又 说 :「主要审判他的百姓。」
30Οἴδαμεν γὰρ τὸν εἰπόντα, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος· καὶ πάλιν, Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ.
31落在永生 神的手里,真是可怕的!
31Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.
32你们要追念往日,蒙了光照以后所忍受大争战的各样苦难:
32Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων·
33一面被毁谤,遭患难,成了戏景,叫众人观看;一面陪伴那些受这样苦难的人。
33τοῦτο μέν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δέ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες.
34因为你们体恤了那些被捆锁的人,并且你们的家业被人抢去,也甘心忍受,知道自己有更美长存的家业。
34Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν.
35所以,你们不可丢弃勇敢的心;存这样的心必得大赏赐。
35Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην.
36你们必须忍耐,使你们行完了 神的旨意,就可以得着所应许的。
36Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
37因为还有一点点时候, 那要来的就来,并不迟延;
37Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, Ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.
38只是义人必因信得生。 他若退后,我心里就不喜欢他。
38Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
39我们却不是退后入沉沦的那等人,乃是有信心以致灵魂得救的人。
39Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.

Tip: use the ← and → keys to turn chapters.