哈该书
Chapter 2

哈该书

Chinese Union Version, p…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1七 月 二十一 日 ,耶和华的话临到先知 哈该 说:
1Τῷ μηνὶ τῷ ἑβδόμῳ, μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς, ἐλάλησε Κύριος ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου, λέγων,
2「你要晓谕 犹大 省长 撒拉铁 的儿子 所罗巴伯 和 约撒答 的儿子大祭司 约书亚 ,并剩下的百姓,说:
2εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ πρὸς Ἰησοῦν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν, καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ, λέγων,
3你们中间存留的,有谁见过这殿从前的荣耀呢?现在你们看着如何?岂不在眼中看如无有吗?」
3Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;
4耶和华说:「 所罗巴伯 啊,虽然如此,你当刚强! 约撒答 的儿子大祭司 约书亚 啊,你也当刚强!这地的百姓,你们都当刚强做工,因为我与你们同在。这是万军之耶和华说的。
4Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε, διότι μεθʼ ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος ὁ παντοκράτωρ,
5这是 照着 你们出 埃及 我与你们立约的话。那时,我的灵住在你们中间,你们不要惧怕。」
5καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· θαρσεῖτε,
6万军之耶和华如此说:「过不多时,我必再一次震动天地、沧海,与旱地。
6Διότι τάδε λέγει Κύριος παντοκράτωρ, ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν,
7我必震动万国;万国的珍宝必都运来,我就使这殿满了荣耀。这是万军之耶和华说的。」
7καὶ συσσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν· καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος παντοκράτωρ.
8万军之耶和华说:「银子是我的,金子也是我的。
8Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος παντοκράτωρ.
9这殿后来的荣耀必大过先前的荣耀;在这地方我必赐平安。这是万军之耶和华说的。」
9Διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου, ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι, τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον.
10大流士 王第二年九 月 二十四 日 ,耶和华的话临到先知 哈该 说:
10Τετράδι καὶ εἰκάδι τοῦ ἐννάτου μηνὸς, ἔτους δευτέρου, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ἀγγαῖον τὸν προφήτην, λέγων,
11万军之耶和华如此说:「你要向祭司问律法,
11τάδε λέγει Κύριος παντοκράτωρ, ἐπερώτησον δὴ τοὺς ἱερεῖς νόμον, λέγων,
12说:若有人用衣襟兜圣肉,这衣襟挨着饼,或汤,或酒,或油,或别的食物,便算为圣吗?」祭司说:「不算为圣。」
12ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ, καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου, ἢ ἑψήματος, ἢ οἴνου, ἢ ἐλαίου, ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς, καὶ εἶπαν, οὔ.
13哈该 又说:「若有人因摸死尸染了污秽,然后挨着这些物的哪一样,这物算污秽吗?」祭司说:「必算污秽。」
13Καὶ εἶπεν Ἀγγαῖος, ἐὰν ἅψηται μεμιασμένος ἀκάθαρτος ἐπὶ ψυχῇ ἐπὶ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς, καὶ εἶπαν, μιανθήσεται.
14于是 哈该 说:「耶和华说:这民这国,在我面前也是如此;他们手下的各样工作都是如此;他们在坛上所献的也是如此。」
14Καὶ ἀπεκρίθη Ἀγγαῖος, καὶ εἶπεν, οὕτως ὁ λαὸς οὗτος, καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει Κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν· καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν, ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν, καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντα.
15现在你们要追想,此日以前,耶和华的殿没有一块石头垒在石头上的光景。
15Καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω, πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου
16在那一切日子,有人来到 谷 堆,想得二十 斗 ,只得了十 斗 。有人来到酒池,想得五十 桶 ,只得了二十 桶 。
16τίνες ἦτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγένετο κριθῆς δέκα σάτα· καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητὰς καὶ ἐγένοντο εἴκοσι.
17在你们手下的各样工作上,我以旱风、霉烂、冰雹攻击你们,你们仍不 归向 我。这是耶和华说的。
17Ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ, καὶ ἐν ἀνεμοφθορίᾳ, καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.
18你们要追想此日以前,就是从这九月二十四日起,追想到立耶和华殿根基的日子。
18Ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης, καὶ ἐπέκεινα, ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐννάτου μηνὸς, καὶ ἀπὸ τῆς ἡμέρας ἧς τεθεμελίωται ὁ ναὸς Κυρίου· θέσθε ἐν ταῖς καρδίαις ὑμῶν,
19仓里有谷种吗?葡萄树、无花果树、石榴树、橄榄树都没有结果子。从今日起,我必赐福 与你们 。
19εἰ ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω, καὶ εἰ ἔτι ἡ ἄμπελος, καὶ ἡ συκῆ, καὶ ἡ ῥοὰ, καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπὸν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.
20这月二十四日,耶和华的话二次临到 哈该 说:
20Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς Ἀγγαῖον τὸν προφήτην, τετράδι καὶ εἰκάδι τοῦ μηνὸς, λέγων,
21「你要告诉 犹大 省长 所罗巴伯 说:我必震动天地。
21εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, λέγων, Ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν,
22我必倾覆列国的宝座,除灭列邦的势力,并倾覆战车和坐在其上的。马必跌倒,骑马的败落,各人被弟兄的刀所杀。
22καὶ καταστρέψω θρόνους βασιλέων, καὶ ὀλοθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν, καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν, ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ.
23万军之耶和华说:我仆人 撒拉铁 的儿子 所罗巴伯 啊,到那日,我必以你为印,因我拣选了你。这是万军之耶和华说的。」
23Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ, τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγίδα, διότι σὲ ᾑρέτισα, λέγει Κύριος παντοκράτωρ.

Tip: use the ← and → keys to turn chapters.