申命记
Chapter 9
Chinese Union Version, p…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1「 以色列 啊,你当听!你今日要过 约旦河 ,进去赶出比你强大的国民,得着广大坚固、高得顶天的城邑。
1Ἄκουε Ἰσραήλ· σὺ διαβαίνεις σήμερον τὸν Ἰορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς, πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ,
2那民是 亚衲 族的人,又大又高,是你所知道的;也曾听见有人指着他们说:『谁能在 亚衲 族人面前站立得住呢?』
2λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη, υἱοὺς Ἐνάκ, οὓς σὺ οἶσθα, καὶ σὺ ἀκήκοας, τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ἐνάκ;
3你今日当知道,耶和华—你的 神在你前面过去,如同烈火,要灭绝他们,将他们制伏在你面前。这样,你就要照耶和华所说的赶出他们,使他们速速灭亡。
3Καὶ γνώσῃ σήμερον, ὅτι Κύριος ὁ Θεός σου οὗτος προπορεύσεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστίν· οὗτος ἐξολοθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖ αὐτοὺς ἐν τάχει, καθάπερ εἶπέ σοι Κύριος.
4「耶和华—你的 神将这些国民从你面前撵出以后,你心里不可说:『耶和华将我领进来得这地是因我的义。』其实,耶和华将他们从你面前赶出去是因他们的恶。
4Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι Κύριον τὸν Θεόν σου τὰ ἔθνη ταῦτα πρὸ προσώπου σου, λέγων, διὰ τὴν δικαιοσύνην μου εἰσήγαγέ με Κύριος κληρονομῆσαι τὴν γὴν τὴν ἀγαθὴν ταύτην.
5你进去得他们的地,并不是因你的义,也不是因你心里正直,乃是因这些国民的恶,耶和华—你的 神将他们从你面前赶出去,又因耶和华要坚定他向你列祖 亚伯拉罕 、 以撒 、 雅各 起誓所应许的话。
5Οὐχὶ διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἵνα στήσῃ τὴν διαθήκην, ἥ ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν τῷ Ἁβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ.
6「你当知道,耶和华—你 神将这美地赐你为业,并不是因你的义;你本是硬着颈项的百姓。
6Καὶ γνώσῃ σήμερον, ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου Κύριος ὁ Θεός σου δίδωσί σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ.
7你当记念不忘,你在旷野怎样惹耶和华—你 神发怒。自从你出了 埃及 地的那日,直到你们来到这地方,你们时常悖逆耶和华。
7Μνήσθητι, μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ· ἀφʼ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου, καὶ ἤλθετε εἰς τὸν τόπον τοῦτον, ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς Κύριον.
8你们在 何烈山 又惹耶和华发怒;他恼怒你们,要灭绝你们。
8Καὶ ἐν Χωρὴβ παρωξύνατε Κύριον, καὶ ἐθυμώθη Κύριος ἐφʼ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς,
9我上了山,要领受两块石版,就是耶和华与你们立约的版。那时我在山上住了四十昼夜,没有吃饭,也没有喝水。
9ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας, πλάκας διαθήκης ἃς διέθετο Κύριος πρὸς ὑμᾶς, καὶ κατεγενόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον.
10耶和华把那两块石版交给我,是 神用指头写的。版上 所写的 是照耶和华在大会的日子、在山上、从火中对你们所说的一切话。
10Καὶ ἔδωκέ μοι Κύριος τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ Θεοῦ, καὶ ἐπʼ αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι οὓς ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας·
11过了四十昼夜,耶和华把那两块石版,就是约版,交给我。
11Καὶ ἐγένετο διὰ τεσσεράκοντα ἡμερῶν καὶ διὰ τεσσαράκοντα νυκτῶν ἔδωκε Κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας, πλάκας διαθήκης.
12对我说:『你起来,赶快下去!因为你从 埃及 领出来的百姓已经败坏了自己;他们快快地偏离了我所吩咐的道,为自己铸成了偶像。』
12Καὶ εἶπε Κύριος πρὸς μέ, ἀνάστηθι, κατάβηθι τοτάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα.
13「耶和华又对我说:『我看这百姓是硬着颈项的百姓。
13Καὶ εἶπε Κύριος πρὸς μὲ, λέγων, λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς, λέγων, ἑώρακα τὸν λαὸν τοὗτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστι·
14你且由着我,我要灭绝他们,将他们的名从天下涂抹,使你的后裔比他们成为更大更强的国。』
14Καὶ νῦν ἔασόν με ἐξολοθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ ἰσχυρὸν, καὶ πολὺ μᾶλλον ἢ τοῦτο.
15于是我转身下山,山被火烧着,两块约版在我两手之中。
15Καὶ ἐπιστρέψας, κατέβην ἐκ τοῦ ὄρους· καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ· καὶ αἱ δύο πλάκες τῶν μαρτυρίων ἐπὶ ταῖς δυσὶ χερσί μου.
16我一看见你们得罪了耶和华—你们的 神,铸成了牛犊,快快地偏离了耶和华所吩咐你们的道,
16Καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ ἐποιήσατε ὑμῖν αὐτοῖς χωνευτόν, καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετείλατο Κύριος ὑμῖν ποιεῖν·
17我就把那两块版从我手中扔下去,在你们眼前摔碎了。
17καὶ ἐπιλαβόμενος τῶν δύο πλακῶν, ἔῤῥιψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου, καὶ συνέτριψα ἐναντίον ὑμῶν.
18因你们所犯的一切罪,行了耶和华眼中看为恶的事,惹他发怒,我就像从前俯伏在耶和华面前四十昼夜,没有吃饭,也没有喝水。
18Καὶ ἐδεήθην ἐναντίον Κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον, περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ὧν ἡμάρτετε ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ παροξῦναι αὐτόν.
19我因耶和华向你们大发烈怒,要灭绝你们,就甚害怕;但那次耶和华又应允了我。
19Καὶ ἔκφοβός εἰμι διὰ τὸν θυμόν καὶ τὴν ὀργὴν, ὅτι παρωξύνθη Κύριος ἐφʼ ὑμῖν τοῦ ἐξολοθρεῦσαι ὑμᾶς· καὶ εἰσήκουσε Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ.
20耶和华也向 亚伦 甚是发怒,要灭绝他;那时我又为 亚伦 祈祷。
20Καὶ ἐπὶ Ἀαρὼν ἐθυμώθη ἐξολοθρεῦσαι αὐτόν, καὶ ηὐξάμην καὶ περὶ Ἀαρὼν ἐν τῷ καιρῷ ἐκείνῳ.
21我把那叫你们犯罪所铸的牛犊用火焚烧,又捣碎磨得很细,以致细如灰尘,我就把这灰尘撒在从山上流下来的溪水中。
21Καὶ τὴν ἁμαρτίαν ὑμῶν, ἣν ἐποιήσατε, τὸν μόσχον ἔλαβον αὐτὸν, καὶ κατέκαυσα αὐτὸν ἐν πυρί, καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα ἕως ἐγένετο λεπτόν, καὶ ἐγένετο ὡσεὶ κονιορτός· καὶ ἔῤῥιψα τὸν κονιορτὸν εἰς τὸν χειμάῤῥουν τὸν καταβαίνοντα ἐκ τοῦ ὄρους.
22「你们在 他备拉 、 玛撒 、 基博罗·哈他瓦 又惹耶和华发怒。
22Καὶ ἐν τῷ ἐμπυρισμῷ, καὶ ἐν τῷ πειρασμῷ, καὶ ἐν τοῖς μνήμασι τῆς ἐπιθυμίας παροξύναντες ἦτε Κύριον.
23耶和华打发你们离开 加低斯·巴尼亚 ,说:『你们上去得我所赐给你们的地。』那时你们违背了耶和华—你们 神的命令,不信服他,不听从他的话。
23Καὶ ὅτε ἐξαπέστειλεν ὑμᾶς Κύριος ἐκ Κάδης Βαρνὴ, λέγων, ἀνάβητε καὶ κληρονομήσατε τὴν γῆν, ἣν δίδωμι ὑμῖν, καὶ ἠπειθήσατε τῷ ῥήματι Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ, καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ.
24自从我认识你们以来,你们常常悖逆耶和华。
24Ἀπειθοῦντες ἦτε τὰ πρὸς Κύριον ἀπὸ τῆς ἡμέρας ἧς ἐγνώσθη ὑμῖν.
25「我因耶和华说要灭绝你们,就在耶和华面前照旧俯伏四十昼夜。
25Καὶ ἐδεήθην ἔναντι Κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ὅσας ἐδεήθην· εἶπε γὰρ Κύριος ἐξολοθρεῦσαι ὑμᾶς.
26我祈祷耶和华说:『主耶和华啊,求你不要灭绝你的百姓。他们是你的产业,是你用大力救赎的,用大能从 埃及 领出来的。
26Καὶ ηὐξάμην πρὸς τὸν Θεὸν, καὶ εἶπα, Κύριε βασιλεῦ τῶν θεῶν, μὴ ἐξολοθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου, ἣν ἐλυτρώσω, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ, καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ, καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ.
27求你记念你的仆人 亚伯拉罕 、 以撒 、 雅各 ,不要想念这百姓的顽梗、邪恶、罪过,
27Μνήσθητι Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν θεραπόντων σου, οἷς ὤμοσας κατὰ σεαυτοῦ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου, καὶ τὰ ἀσεβήματα, καὶ ἐπὶ τὰ ἁμαρτήματα αὐτῶν.
28免得你领我们出来的那地之人说,耶和华因为不能将这百姓领进他所应许之地,又因恨他们,所以领他们出去,要在旷野杀他们。
28Μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν ὅθεν ἐξήγαγες ἡμᾶς ἐκεῖθεν, λέγοντες, παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν εἶπεν αὐτοῖς, καὶ παρὰ τὸ μισῆσαι αὐτοὺς, ἐξήγαγεν αὐτοὺς ἐν τῇ ἐρήμῳ ἀποκτεῖναι αὐτούς.
29其实他们是你的百姓,你的产业,是你用大能和伸出来的膀臂领出来的。』」
29Καὶ οὗτοι λαός σου καὶ κλῆρός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ, καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ, καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ.

Tip: use the ← and → keys to turn chapters.