阿摩司书 9
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1我看见主站在祭坛旁边; 他说:你要击打柱顶,使门槛震动, 打碎柱顶,落在众人头上; 所剩下的人,我必用刀杀戮, 无一人能逃避,无一人能逃脱。
1ΕΙΔΟΝ τὸν Κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπε· πάταξον ἐπὶ τὸ ἱλαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα καὶ διάκοψον εἰς κεφαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ρομφαίᾳ ἀποκτενῶ, οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων, καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζόμενος.
2他们虽然挖透阴间, 我的手必取出他们来; 虽然爬上天去, 我必拿下他们来;
2ἐὰν κατακρυβῶσιν εἰς ᾅδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανόν, ἐκεῖθεν κατάξω αὐτούς·
3虽然藏在 迦密山 顶, 我必搜寻,捉出他们来; 虽然从我眼前藏在海底, 我必命蛇咬他们;
3ἐὰν ἐγκατακρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς·
4虽被仇敌掳去, 我必命刀剑杀戮他们; 我必向他们定住眼目, 降祸不降福。
4καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχθρῶν αὐτῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ρομφαίᾳ καὶ ἀποκτενεῖ αὐτούς. καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ᾿ αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά.
5主—万军之耶和华摸地,地就消化, 凡住在地上的都必悲哀。 地必全然像 尼罗河 涨起, 如同 埃及河 落下。
5καὶ Κύριος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν, καὶ πενθήσουσι πάντες οἱ κατοικοῦντες αὐτήν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου·
6那在天上建造楼阁、 在地上安定穹苍、 命海水浇在地上的— 耶和华是他的名。
6ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς θεμελιῶν, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.
7耶和华说: 以色列 人哪, 我岂不看你们如 古实 人吗? 我岂不是领 以色列 人出 埃及 地, 领 非利士 人出 迦斐托 , 领 亚兰 人出 吉珥 吗?
7οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοί, υἱοὶ Ἰσραήλ; λέγει Κύριος. οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου;
8主耶和华的眼目察看这有罪的国, 必将这国从地上灭绝, 却不将 雅各 家灭绝净尽。 这是耶和华说的。
8Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου τοῦ Θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς· πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ἰακώβ, λέγει Κύριος.
9我必出令, 将 以色列 家分散在列国中, 好像用筛子筛 谷 , 连一粒也不落在地上。
9διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι καὶ λικμήσω ἐν πᾶσι τοῖς ἔθνεσι τὸν οἶκον Ἰσραήλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν.
10我民中的一切罪人说: 灾祸必追不上我们, 也迎不着我们。 他们必死在刀下。
10ἐν ρομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ μου οἱ λέγοντες· οὐ μὴ ἐγγίσῃ οὐδ᾿ οὐ μὴ γένηται ἐφ᾿ ἡμᾶς τὰ κακά.
11到那日,我必建立 大卫 倒塌的帐幕, 堵住其中的破口, 把那破坏的建立起来, 重新修造,像古时一样,
11ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος,
12使 以色列 人得 以东 所余剩的 和所有称为我名下的国。 此乃行这事的耶和华说的。
12ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη, ἐφ᾿ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούς, λέγει Κύριος ὁ Θεὸς ὁ ποιῶν πάντα ταῦτα.
13耶和华说: 日子将到, 耕种的必接续收割的; 踹葡萄的必接续撒种的; 大山要滴下甜酒; 小山都必流奶。
13ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ καταλήψεται ὁ ἀμητὸς τὸν τρυγητόν, καὶ περκάσει ἡ σταφυλὴ ἐν τῷ σπόρῳ, καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται·
14我必使我民 以色列 被掳的归回; 他们必重修荒废的城邑居住, 栽种葡萄园,喝其中所出的酒, 修造果木园,吃其中的果子。
14καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου Ἰσραήλ, καὶ οἰκοδομήσουσι πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσι καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν καὶ ποιήσουσι κήπους καὶ φάγονται τὸν καρπὸν αὐτῶν·
15我要将他们栽于本地, 他们不再从我所赐给他们的地上拔出来。 这是耶和华—你的 神说的。
15καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.
Tip: use the ← and → keys to turn chapters.