Zechariah
Chapter 4
Berean Standard Bible
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

Zechariah 4

Berean Standard Bible
Septuagint (Brenton Greek text, with Apocrypha)
1Then the angel who was speaking with me returned and woke me, as a man is awakened from his sleep.
1Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ ἐξήγειρέ με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ.
2“What do you see?” he asked. “I see a solid gold lampstand,” I replied, “with a bowl at the top and seven lamps on it, with seven spouts to the lamps.
2Καὶ εἶπε πρὸς μὲ, τί σὺ βλέπεις; καὶ εἶπα, ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς,
3There are also two olive trees beside it, one on the right side of the bowl and the other on its left.”
3καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς, καὶ μία ἐξ εὐωνύμων.
4“What are these, my lord?” I asked the angel who was speaking with me.
4Καὶ ἐπηρώτησα, καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, λέγων, τί ἐστι ταῦτα κύριε;
5“Do you not know what they are?” replied the angel. “No, my lord,” I answered.
5Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε πρὸς μὲ, λέγων, οὐ γινώσκεις τί ἐστι ταῦτα; καὶ εἶπα, οὐχὶ κύριε.
6So he said to me, “This is the word of the LORD to Zerubbabel: Not by might nor by power, but by My Spirit, says the LORD of Hosts.
6Καὶ ἀπεκρίθη, καὶ εἶπε πρὸς μὲ, λέγων, οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ, λέγων, Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλὰ ἐν πνεύματί μου, λέγει Κύριος παντοκράτωρ.
7What are you, O great mountain? Before Zerubbabel you will become a plain. Then he will bring forth the capstone accompanied by shouts of ‘Grace, grace to it!’”
7Τίς εἶ σὺ τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας, ἰσότητα χάριτος χάριτα αὐτῆς.
8Then the word of the LORD came to me, saying,
8Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
9“The hands of Zerubbabel have laid the foundation of this house, and his hands will complete it. Then you will know that the LORD of Hosts has sent me to you.
9αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν· καὶ ἐπιγνώσῃ διότι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.
10For who has despised the day of small things? But these seven eyes of the LORD, which scan the whole earth, will rejoice when they see the plumb line in the hand of Zerubbabel.”
10Διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαροῦνται, καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ· ἑπτὰ οὗτοι ὀφθαλμοί εἰσιν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.
11Then I asked the angel, “What are the two olive trees on the right and left of the lampstand?”
11Καὶ ἀπεκρίθην, καὶ εἶπα πρὸς αὐτὸν, τί αἱ δύο ἐλαῖαι αὗται, αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων;
12And I questioned him further, “What are the two olive branches beside the two gold pipes from which the golden oil pours?”
12Καὶ ἐπηρώτησα ἐκ δευτέρου, καὶ εἶπα πρὸς αὐτὸν, τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων, καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς;
13“Do you not know what these are?” he inquired. “No, my lord,” I replied.
13Καὶ εἶπε πρὸς μὲ, οὐκ οἶδας τί ἐστι ταῦτα; καὶ εἶπα, οὐχὶ κύριε.
14So he said, “These are the two anointed ones who are standing beside the Lord of all the earth.”
14Καὶ εἶπεν, οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασι Κυρίῳ πάσης τῆς γῆς.

Tip: use the ← and → keys to turn chapters.