Philippians 1
Berean Standard BibleTranslation
Berean Standard Bible
SBL Greek New Testament
1Paul and Timothy, servants of Christ Jesus, To all the saints in Christ Jesus at Philippi, together with the overseers and deacons:
1Παῦλος καὶ Τιμόθεος δοῦλοι ⸂Χριστοῦ Ἰησοῦ⸃ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις·
2Grace and peace to you from God our Father and the Lord Jesus Christ.
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3I thank my God every time I remember you.
3Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν
4In every prayer for all of you, I always pray with joy,
4πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν, μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος,
5because of your partnership in the gospel from the first day until now,
5ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ ⸀τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν,
6being confident of this, that He who began a good work in you will carry it on to completion until the day of Christ Jesus.
6πεποιθὼς αὐτὸ τοῦτο ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας ⸂Χριστοῦ Ἰησοῦ⸃·
7It is right for me to feel this way about all of you, since I have you in my heart. For in my chains and in my defense and confirmation of the gospel, you are all partners in grace with me.
7καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας·
8God is my witness how I long for all of you with the affection of Christ Jesus.
8μάρτυς γάρ ⸀μου ὁ θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις ⸂Χριστοῦ Ἰησοῦ⸃.
9And this is my prayer: that your love may abound more and more in knowledge and depth of insight,
9καὶ τοῦτο προσεύχομαι ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει,
10so that you may be able to test and prove what is best and may be pure and blameless for the day of Christ,
10εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ,
11filled with the fruit of righteousness that comes through Jesus Christ, to the glory and praise of God.
11πεπληρωμένοι ⸂καρπὸν δικαιοσύνης τὸν⸃ διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ.
12Now I want you to know, brothers, that my circumstances have actually served to advance the gospel.
12Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατʼ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν,
13As a result, it has become clear throughout the whole palace guard and to everyone else that I am in chains for Christ.
13ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν,
14And most of the brothers, confident in the Lord by my chains, now dare more greatly to speak the word without fear.
14καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν ⸀λόγον λαλεῖν.
15It is true that some preach Christ out of envy and rivalry, but others out of goodwill.
15Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ διʼ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν·
16The latter do so in love, knowing that I am appointed for the defense of the gospel.
16οἱ μὲν ἐξ ⸂ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι⸃,
17The former, however, preach Christ out of selfish ambition, not sincerely, supposing that they can add to the distress of my chains.
17οἱ δὲ ἐξ ⸂ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου⸃.
18What then is the issue? Just this: that in every way, whether by false motives or true, Christ is preached. And in this I rejoice. Yes, and I will continue to rejoice,
18τί γάρ; πλὴν ⸀ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω· ἀλλὰ καὶ χαρήσομαι,
19because I know that through your prayers and the provision of the Spirit of Jesus Christ, my distress will turn out for my deliverance.
19οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ,
20I eagerly expect and hope that I will in no way be ashamed, but will have complete boldness so that now as always Christ will be exalted in my body, whether by life or by death.
20κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλʼ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
21For to me, to live is Christ, and to die is gain.
21ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος.
22But if I go on living in the body, this will mean fruitful labor for me. So what shall I choose? I do not know.
22εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου— καὶ τί αἱρήσομαι οὐ γνωρίζω·
23I am torn between the two. I desire to depart and be with Christ, which is far better indeed.
23συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ ⸀γὰρ μᾶλλον κρεῖσσον,
24But it is more necessary for you that I remain in the body.
24τὸ δὲ ἐπιμένειν ⸀ἐν τῇ σαρκὶ ἀναγκαιότερον διʼ ὑμᾶς.
25Convinced of this, I know that I will remain and will continue with all of you for your progress and joy in the faith,
25καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ ⸀παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως,
26so that through my coming to you again your exultation in Christ Jesus will resound on account of me.
26ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
27Nevertheless, conduct yourselves in a manner worthy of the gospel of Christ. Then, whether I come and see you or only hear about you in my absence, I will know that you stand firm in one spirit, contending side by side for the faith of the gospel,
27Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ⸀ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου,
28without being frightened in any way by those who oppose you. This is a clear sign of their destruction but of your salvation, and it is from God.
28καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων (ἥτις ⸂ἐστὶν αὐτοῖς⸃ ἔνδειξις ἀπωλείας, ⸀ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ,
29For it has been granted to you on behalf of Christ not only to believe in Him, but also to suffer for Him,
29ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν),
30since you are encountering the same struggle you saw I had, and now hear that I still have.
30τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.
Tip: use the ← and → keys to turn chapters.