Amos
Chapter 8
Berean Standard Bible
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

Amos 8

Berean Standard Bible
Septuagint (Brenton Greek text, with Apocrypha)
1This is what the Lord GOD showed me: I saw a basket of summer fruit.
1Καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ. Καὶ εἶπε, τί σὺ βλέπεις Ἀμώς; καὶ εἶπα, ἄγγος ἰξευτοῦ·
2“Amos, what do you see?” He asked. “A basket of summer fruit,” I replied. So the LORD said to me, “The end has come for My people Israel; I will no longer spare them.”
2καὶ εἶπε Κύριος πρὸς μὲ, ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, οὐ προσθήσω ἔτι τοῦ παρελθεῖν αὐτόν.
3“In that day,” declares the Lord GOD, “the songs of the temple will turn to wailing. Many will be the corpses, strewn in silence everywhere!”
3Καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Κύριος· πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιῤῥίψω σιωπήν.
4Hear this, you who trample the needy, who do away with the poor of the land,
4Ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τοπρωῒ πένητα, καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς,
5asking, “When will the New Moon be over, that we may sell grain? When will the Sabbath end, that we may market wheat? Let us reduce the ephah and increase the shekel; let us cheat with dishonest scales.
5λέγοντες, πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπολήσομεν, καὶ τὰ σάββατα, καὶ ἀνοίξομεν θησαυρὸν τοῦ ποιῆσαι μέτρον μικρὸν, καὶ τοῦ μεγαλῦναι στάθμιον, καὶ ποιῆσαι ζυγὸν ἄδικον,
6Let us buy the poor with silver and the needy for a pair of sandals, selling even the chaff with the wheat!”
6τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ καὶ πτωχοὺς, καὶ πένητα ἀντὶ ὑποδημάτων, καὶ ἀπὸ παντὸς γεννήματος ἐμπορευσόμεθα.
7The LORD has sworn by the Pride of Jacob: “I will never forget any of their deeds.
7Ὀμνύει Κύριος κατὰ τῆς ὑπερηφανίας Ἰακὼβ, εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν,
8Will not the land quake for this, and all its dwellers mourn? All of it will swell like the Nile; it will surge and then subside like the Nile in Egypt.
8Καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ; καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.
9And in that day, declares the Lord GOD, I will make the sun go down at noon, and I will darken the earth in the daytime.
9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς,
10I will turn your feasts into mourning and all your songs into lamentation. I will cause everyone to wear sackcloth and every head to be shaved. I will make it like a time of mourning for an only son, and its outcome like a bitter day.
10καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα· καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ, καὶ τοὺς μετʼ αὐτοῦ ὡς ἡμέραν ὀδύνης.
11Behold, the days are coming, declares the Lord GOD, when I will send a famine on the land— not a famine of bread or a thirst for water, but a famine of hearing the words of the LORD.
11Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτων, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου.
12People will stagger from sea to sea and roam from north to east, seeking the word of the LORD, but they will not find it.
12Καὶ σαλευθήσονται ὕδατα ἀπὸ τῆς θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ Βοῤῥᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον τοῦ Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.
13In that day the lovely young women— the young men as well— will faint from thirst.
13Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ, καὶ οἱ νεανίσκοι ἐν δίψει,
14Those who swear by the guilt of Samaria and say, ‘As surely as your god lives, O Dan,’ or, ‘As surely as the way of Beersheba lives’— they will fall, never to rise again.”
14οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας, καὶ οἱ λέγοντες, ζῇ ὁ θεός σου Δὰν, καὶ ζῇ ὁ θεός σου Βηρσαβεέ· καὶ πεσοῦνται, καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.

Tip: use the ← and → keys to turn chapters.