1 Samuel
Chapter 23
Berean Standard Bible
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

1 Samuel 23

Berean Standard Bible
Septuagint (Brenton Greek text, with Apocrypha)
1Now it was reported to David, “Look, the Philistines are fighting against Keilah and looting the threshing floors.”
1Καὶ ἀπηγγέλη τῷ Δαυὶδ, λέγοντες, ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλὰ, καὶ αὐτοὶ διαρπάζουσι, καταπατοῦσι τοὺς ἅλω.
2So David inquired of the LORD, “Should I go and attack these Philistines?” And the LORD said to David, “Go and attack the Philistines and save Keilah.”
2Καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου, λέγων, εἰ πορευθῶ, καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπε Κύριος, πορεύου, καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις, καὶ σώσεις τὴν Κεϊλά.
3But David’s men said to him, “Look, we are afraid here in Judah; how much more if we go to Keilah against the armies of the Philistines?”
3Καὶ εἶπον οἱ ἄνδρες τοῦ Δαυὶδ πρὸς αὐτὸν, ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ἰουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεϊλὰ, εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα;
4Once again, David inquired of the LORD, and the LORD answered him: “Go at once to Keilah, for I will deliver the Philistines into your hand.”
4Καὶ προσέθετο Δαυὶδ ἔτι ἐπερωτῆσαι διὰ τοῦ Κυρίου· καὶ ἀπεκρίθη αὐτῷ Κύριος, καὶ εἶπεν αὐτῷ, ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλὰ, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου.
5Then David and his men went to Keilah, fought against the Philistines, and carried off their livestock, striking them with a mighty blow. So David saved the people of Keilah.
5Καὶ ἐπορεύθη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ εἰς Κεϊλὰ, καὶ ἐπολέμησε τοῖς ἀλλοφύλοις· καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγε τὰ κτήνη αὐτῶν, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσε Δαυὶδ τοὺς κατοικοῦντας Κεϊλά.
6(Now Abiathar son of Ahimelech had brought the ephod with him when he fled to David at Keilah.)
6Καὶ ἐγένετο ἐν τῷ φεύγειν Ἀβιάθαρ υἱὸν Ἀχιμέλεχ πρὸς Δαυὶδ, καὶ αὐτὸς μετὰ Δαυὶδ εἰς Κεϊλὰ κατέβη ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ.
7When Saul was told that David had gone to Keilah, he said, “God has delivered him into my hand, for he has trapped himself by entering a town with gates and bars.”
7Καὶ ἀπηγγέλη τῷ Σαοὺλ, ὅτι ἥκει ὁ Δαυὶδ εἰς Κεϊλά· καὶ εἶπε Σαοὺλ, πέπρακεν αὐτὸν ὁ Θεὸς εἰς τὰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν.
8Then Saul summoned all his troops to go to war at Keilah and besiege David and his men.
8Καὶ παρήγγειλε Σαοὺλ παντὶ τῷ λαῷ καταβαίνειν εἰς πόλεμον εἰς Κεϊλὰ, συνέχειν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ.
9When David learned that Saul was plotting evil against him, he said to Abiathar the priest, “Bring the ephod.”
9Καὶ ἔγνω Δαυὶδ, ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν· καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα, προσάγαγε τὸ ἐφοὺδ Κυρίου.
10And David said, “O LORD, God of Israel, Your servant has heard that Saul intends to come to Keilah and destroy the city on my account.
10Καὶ εἶπε Δαυίδ, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου, ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεϊλὰ διαφθεῖραι τὴν πόλιν διʼ ἐμέ.
11Will the citizens of Keilah surrender me into his hand? Will Saul come down, as Your servant has heard? O LORD, God of Israel, please tell Your servant.” “He will,” said the LORD.
11Εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαοὺλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου; Κύριε ὁ Θεὸς Ἰσραήλ ἀπάγγειλον τῷ δούλῳ σου· καὶ εἶπε Κύριος, ἀποκλεισθήσεται.
12So David asked, “Will the citizens of Keilah surrender me and my men into the hand of Saul?” “They will,” said the LORD.
no verse 12 in this text
13Then David and his men, about six hundred strong, set out and departed from Keilah, moving from place to place. When Saul was told that David had escaped from Keilah, he declined to go forth.
13Καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ὡς τετρακόσιοι, καὶ ἐξῆλθον ἐκ Κεϊλὰ, καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο· καὶ τῷ Σαοὺλ ἀπηγγέλη, ὅτι διασέσωσται Δαυὶδ ἐκ Κεϊλὰ, καὶ ἀνῆκε τοῦ ἐλθεῖν.
14And David stayed in the wilderness strongholds and in the hill country of the Wilderness of Ziph. Day after day Saul searched for him, but God would not deliver David into his hand.
14Καὶ ἐκάθισεν ἐν Μασερὲμ ἐν τῇ ἐρήμῳ ἐν τοῖς στενοῖς, καὶ ἐκάθετο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζὶφ, ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ.
15While David was in Horesh in the Wilderness of Ziph, he saw that Saul had come out to take his life.
15Καὶ εἶδε Δαυὶδ, ὅτι ἐξέρχεται Σαοὺλ τοῦ ζητεῖν τὸν Δαυίδ· καὶ Δαυὶδ ἦν ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζίφ.
16And Saul’s son Jonathan came to David in Horesh and strengthened his hand in God,
16Καὶ ἀνέστη Ἰωνάθαν υἱὸς Σαοὺλ καὶ ἐπορεύθη πρὸς Δαυὶδ εἰς Καινὴν, καὶ ἐκραταίωσε τὰς χεῖρας αὐτοῦ ἐν Κυρίῳ,
17saying, “Do not be afraid, for my father Saul will never lay a hand on you. And you will be king over Israel, and I will be your second-in-command. Even my father Saul knows this is true.”
17καὶ εἶπε πρὸς αὐτὸν, μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ἰσραὴλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον, καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως.
18So the two of them made a covenant before the LORD. And David remained in Horesh, while Jonathan went home.
18Καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου· καὶ ἐκάθητο Δαυὶδ ἐν Καινῇ, καὶ Ἰωνάθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.
19Then the Ziphites came up to Saul at Gibeah and said, “Is not David hiding among us in the strongholds at Horesh, on the hill of Hachilah south of Jeshimon?
19Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν, λέγοντες, οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρʼ ἡμῖν ἐν Μεσσαρὰ ἐν τοῖς στενοῖς ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Ἑχελᾶ τοῦ ἐκ δεξιῶν τοῦ Ἰεσσαιμοῦ;
20Now, O king, come down whenever your soul desires, and we will be responsible for delivering him into your hand.”
20Καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν, καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως.
21“May you be blessed by the LORD,” replied Saul, “for you have had compassion on me.
21Καὶ εἶπεν αὐτοῖς Σαοὺλ, εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ·
22Please go and prepare further. Investigate and watch carefully where he goes and who has seen him there, for I am told that he is extremely cunning.
22Πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι, καὶ γνῶτε τὸν τόπον αὐτοῦ οὗ ἔσται ὁ ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ οὗ εἴπατε, μή ποτε πανουργεύσηται.
23Observe and find out all the places where he hides. Then come back to me with certainty, and I will go with you. If he is in the land, I will search him out among all the clans of Judah.”
23Καὶ ἴδετε καὶ γνῶτε, καὶ πορεύσομαι μεθʼ ὑμῶν· καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ἰούδα.
24So they set out and went to Ziph ahead of Saul. Now David and his men were in the Wilderness of Maon in the Arabah south of Jeshimon,
24Καὶ ἀνέστησαν οἱ Ζιφαῖοι, καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαούλ· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μαὼν καθʼ ἑσπέραν ἐκ δεξιῶν τοῦ Ἰεσσαιμοῦ.
25and Saul and his men went to seek him. When David was told about it, he went down to the rock and stayed in the Wilderness of Maon. And when Saul heard of this, he pursued David there.
25Καὶ ἐπορεύθη Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυὶδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μαών· καὶ ἤκουσε Σαοὺλ, καὶ κατεδίωξεν ὀπίσω Δαυὶδ εἰς τὴν ἔρημον Μαών.
26Saul was proceeding along one side of the mountain, and David and his men along the other side. Even though David was hurrying to get away, Saul and his men were closing in on David and his men to capture them.
26Καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους ἐκ τούτου, καὶ ἦν Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους ἐκ τούτου· καὶ ἦν Δαυὶδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ· καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ, συλλαβεῖν αὐτούς.
27Then a messenger came to Saul, saying, “Come quickly, for the Philistines have raided the land!”
27Καὶ πρὸς Σαοὺλ ἦλθεν ἄγγελος, λέγων, σπεῦδε καὶ δεῦρο, ὅτι ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὴν γῆν.
28So Saul broke off his pursuit of David and went to meet the Philistines. That is why that place is called Sela-hammahlekoth.
28Καὶ ἀνέστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυίδ, καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων· διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος, πέτρα ἡ μερισθεῖσα.
29And David went up from there and lived in the strongholds of En-gedi.
no verse 29 in this text

Tip: use the ← and → keys to turn chapters.